1 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. | 1 Και εγω, αδελφοι, δεν ηδυνηθην να λαλησω προς εσας ως προς πνευματικους, αλλ' ως προς σαρκικους, ως προς νηπια εν Χριστω. |
2 γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε, | 2 Γαλα σας εποτισα και ουχι στερεαν τροφην? διοτι δεν ηδυνασθε ετι να δεχθητε αυτην. Αλλ' ουδε τωρα δυνασθε ετι? |
3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; | 3 επειδη ετι σαρκικοι εισθε. Διοτι ενω ειναι μεταξυ σας φθονος και ερις και διχονοιαι, δεν εισθε σαρκικοι και περιπατειτε κατα ανθρωπον; |
4 ὅταν γὰρ λέγῃ τις· ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε; | 4 Διοτι οταν λεγη τις, Εγω μεν ειμαι του Παυλου, αλλος δε, Εγω του Απολλω? δεν εισθε σαρκικοι; |
5 Τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. | 5 Τις λοιπον ειναι ο Παυλος, και τις ο Απολλως, παρα υπηρεται, δια των οποιων επιστευσατε και, οπως ο Κυριος εδωκεν εις εκαστον; |
6 ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ’ ὁ θεὸς ηὔξανεν· | 6 Εγω εφυτευσα, ο Απολλως εποτισεν, αλλ' ο Θεος ηυξησεν? |
7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ’ ὁ αὐξάνων θεός. | 7 ωστε ουτε ο φυτευων ειναι τι ουτε ο ποτιζων, αλλ' ο Θεος ο αυξανων. |
8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον· | 8 Ο φυτευων δε και ο ποτιζων ειναι εν? και εκαστος θελει λαβει τον εαυτου μισθον κατα τον κοπον αυτου. |
9 θεοῦ γάρ ἐσμεν συνεργοί, θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. | 9 Διοτι του Θεου ειμεθα συνεργοι? σεις εισθε του Θεου αγρος, του Θεου οικοδομη. |
10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. | 10 Εγω κατα την χαριν του Θεου την δοθεισαν εις εμε ως σοφος αρχιτεκτων θεμελιον εθεσα, αλλος δε εποικοδομει? εκαστος ομως ας βλεπη πως εποικοδομει? |
11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. | 11 διοτι θεμελιον αλλο ουδεις δυναται να θεση παρα το τεθεν, το οποιον ειναι ο Ιησους Χριστος. |
12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, | 12 Εαν δε τις εποικοδομη επι το θεμελιον τουτο χρυσον, αργυρον, λιθους τιμιους, ξυλα, χορτον, καλαμην? |
13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [αὐτὸ] δοκιμάσει. | 13 εκαστου το εργον θελει φανερωθη? διοτι η ημερα θελει φανερωσει αυτο, επειδη δια πυρος ανακαλυπτεται? και το πυρ θελει δοκιμασει το εργον εκαστου οποιον ειναι. |
14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· | 14 Εαν το εργον τινος, το οποιον επωκοδομησε μενη, θελει λαβει μισθον? |
15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. | 15 εαν το εργον τινος κατακαη, θελει ζημιωθη, αυτος ομως θελει σωθη, πλην ουτως ως δια πυρος. |
16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; | 16 Δεν εξευρετε οτι εισθε ναος Θεου και το Πνευμα του Θεου κατοικει εν υμιν; |
17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. | 17 Εαν τις φθειρη τον ναον του Θεου, τουτον θελει φθειρει ο Θεος? διοτι ο ναος του Θεου ειναι αγιος, οστις εισθε σεις. |
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. | 18 Μηδεις ας μη εξαπατα εαυτον? εαν τις μεταξυ σας νομιζη οτι ειναι σοφος εν τω κοσμω τουτω, ας γεινη μωρος δια να γεινη σοφος. |
19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· | 19 Διοτι η σοφια του κοσμου τουτου ειναι μωρια παρα τω Θεω. Επειδη ειναι γεγραμμενον? Οστις συλλαμβανει τους σοφους εν τη πανουργια αυτων? |
20 καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. | 20 και παλιν? Ο Κυριος γινωσκει τους διαλογισμους των σοφων, οτι ειναι ματαιοι. |
21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, | 21 Ωστε μηδεις ας μη καυχαται εις ανθρωπους? διοτι τα παντα ειναι υμων, |
22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς, εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν, | 22 ειτε Παυλος ειτε Απολλως ειτε Κηφας ειτε κοσμος ειτε ζωη ειτε θανατος ειτε παροντα ειτε μελλοντα, τα παντα ειναι υμων, |
23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. | 23 σεις δε του Χριστου, ο δε Χριστος του Θεου. |