Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera ai Romani - Romans 5


font
LXXGREEK BIBLE
1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ1 Δικαιωθεντες λοιπον εκ πιστεως, εχομεν ειρηνην προς τον Θεον δια του Κυριου ημων Ιησου Χριστου,
2 δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν [τῇ πίστει] εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.2 δια του οποιου ελαβομεν και την εισοδον δια της πιστεως εις την χαριν ταυτην, εις την οποιαν ισταμεθα και καυχωμεθα εις την ελπιδα της δοξης του Θεου.
3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,3 Και ουχι μονον τουτο, αλλα και καυχωμεθα εις τας θλιψεις, γινωσκοντες οτι θλιψις εργαζεται υπομονην,
4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα.4 η δε υπομονη δοκιμην, η δε δοκιμη ελπιδα,
5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.5 η δε ελπις δεν καταισχυνει, διοτι αγαπη του Θεου ειναι εκκεχυμενη εν ταις καρδιαις ημων δια Πνευματος Αγιου του δοθεντος εις ημας.
6 Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.6 Επειδη ο Χριστος, οτε ημεθα ετι ασθενεις, απεθανε κατα τον ωρισμενον καιρον υπερ των ασεβων.
7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν·7 Διοτι μολις υπερ δικαιου θελει αποθανει τις? επειδη υπερ του αγαθου ισως και τολμα τις να αποθανη?
8 συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.8 αλλ' ο Θεος δεικνυει την εαυτου αγαπην εις ημας, διοτι ενω ημεις ημεθα ετι αμαρτωλοι, ο Χριστος απεθανεν υπερ ημων.
9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.9 Πολλω μαλλον λοιπον αφου εδικαιωθημεν τωρα δια του αιματος αυτου, θελομεν σωθη απο της οργης δι' αυτου.
10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·10 Διοτι εαν εχθροι οντες εφιλιωθημεν με τον Θεον δια του θανατου του Υιου αυτου, πολλω, μαλλον φιλιωθεντες θελομεν σωθη δια της ζωης αυτου?
11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.11 και ουχι μονον τουτο, αλλα και καυχωμενοι εις τον Θεον δια του Κυριου ημων Ιησου Χριστου, δια του οποιου ελαβομεν τωρα την φιλιωσιν.
12 Διὰ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον·12 Δια τουτο καθως δι' ενος ανθρωπου η αμαρτια εισηλθεν εις τον κοσμον και δια της αμαρτιας ο θανατος, και ουτω διηλθεν ο θανατος εις παντας ανθρωπους, επειδη παντες ημαρτον?
13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου,13 διοτι μεχρι του νομου ητο εν τω κοσμω η αμαρτια, αμαρτια ομως δεν λογιζεται οταν δεν ηναι νομος?
14 ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ὅς ἐστιν τύπος τοῦ μέλλοντος.14 αλλ' εβασιλευσεν ο θανατος απο Αδαμ μεχρι Μωυσεως και επι τους μη αμαρτησαντας κατα την ομοιοτητα της παραβασεως του Αδαμ, οστις ειναι τυπος του μελλοντος.
15 Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.15 Πλην δεν ειναι καθως το αμαρτημα, ουτω και το χαρισμα? διοτι αν δια το αμαρτημα του ενος απεθανον οι πολλοι, πολυ περισσοτερον η χαρις του Θεου και η δωρεα δια της χαριτος του ενος ανθρωπου Ιησου Χριστου επερισσευσεν εις τους πολλους.
16 καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.16 Και η δωρεα δεν ειναι καθως η δι' ενος αμαρτησαντος γενομενη κατακρισις? διοτι η κρισις εκ του ενος εγεινεν εις κατακρισιν των πολλων, το δε χαρισμα εκ πολλων αμαρτηματων εγεινεν εις δικαιωσιν.
17 εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.17 Διοτι αν και δια το αμαρτημα του ενος ο θανατος εβασιλευσε δια του ενος, πολυ περισσοτερον οι λαμβανοντες την αφθονιαν της χαριτος και της δωρεας της δικαιοσυνης θελουσι βασιλευσει εν ζωη δια του ενος Ιησου Χριστου.
18 Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς·18 Καθως λοιπον δι' ενος αμαρτηματος ηλθε κατακρισις εις παντας ανθρωπους, ουτω και δια μιας δικαιοσυνης ηλθεν εις παντας ανθρωπους δικαιωσις εις ζωην.
19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.19 Διοτι καθως δια της παρακοης του ενος ανθρωπου οι πολλοι κατεσταθησαν αμαρτωλοι, ουτω και δια της υπακοης του ενος οι πολλοι θελουσι κατασταθη δικαιοι.
20 νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,20 Παρεισηλθε δε ο νομος δια να περισσευση το αμαρτημα. Και οπου επερισσευσεν η αμαρτια, υπερεπερισσευσεν η χαρις,
21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.21 ινα καθως εβασιλευσεν η αμαρτια δια του θανατου, ουτω και η χαρις βασιλευση δια της δικαιοσυνης εις ζωην αιωνιον δια Ιησου Χριστου του Κυριου ημων.