Lettera ai Romani - Romans 10
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | GREEK BIBLE |
---|---|
1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. | 1 Αδελφοι, η επιθυμια της καρδιας μου και η δεησις η προς τον Θεον υπερ του Ισραηλ ειναι δια την σωτηριαν αυτων? |
2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· | 2 διοτι μαρτυρω περι αυτων οτι εχουσι ζηλον Θεου, αλλ' ουχι κατ' επιγνωσιν. |
3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν [δικαιοσύνην] ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. | 3 Επειδη μη γνωριζοντες την δικαιοσυνην του Θεου, και ζητουντες να συστησωσι την ιδιαν αυτων δικαιοσυνην, δεν υπεταχθησαν εις την δικαιοσυνην του Θεου. |
4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. | 4 Επειδη το τελος του νομου ειναι ο Χριστος προς δικαιοσυνην εις παντα τον πιστευοντα. |
5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ [τοῦ] νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. | 5 Διοτι ο Μωυσης γραφει την δικαιοσυνην την εκ του νομου, λεγων οτι ο ανθρωπος ο καμνων ταυτα θελει ζησει δι' αυτων? |
6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· | 6 η εκ πιστεως ομως δικαιοσυνη λεγει ουτω? Μη ειπης εν τη καρδια σου, Τις θελει αναβη εις τον ουρανον; τουτεστι δια να καταβιβαση τον Χριστον. |
7 ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. | 7 η, Τις θελει καταβη εις την αβυσσον; τουτεστι δια να αναβιβαση τον Χριστον εκ νεκρων. |
8 ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. | 8 Αλλα τι λεγει; Πλησιον σου ειναι ο λογος, εν τω στοματι σου και εν τη καρδια σου? τουτεστιν ο λογος της πιστεως, τον οποιον κηρυττομεν. |
9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· | 9 Οτι εαν ομολογησης δια του στοματος σου τον Κυριον Ιησουν, και πιστευσης εν τη καρδια σου οτι ο Θεος ανεστησεν αυτον εκ νεκρων, θελεις σωθη? |
10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. | 10 διοτι με την καρδιαν πιστευει τις προς δικαιοσυνην, και με το στομα γινεται ομολογια προς σωτηριαν. |
11 λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. | 11 Διοτι λεγει η γραφη? Πας ο πιστευων επ' αυτον δεν θελει καταισχυνθη. |
12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· | 12 Επειδη δεν ειναι διαφορα Ιουδαιου τε και Ελληνος? διοτι ο αυτος Κυριος ειναι παντων, πλουσιος προς παντας τους επικαλουμενους αυτον? |
13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. | 13 διοτι Πας οστις επικαλεσθη το ονομα του Κυριου θελει σωθη. |
14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος; | 14 Πως λοιπον θελουσιν επικαλεσθη εκεινον, εις τον οποιον δεν επιστευσαν; και πως θελουσι πιστευσει εις εκεινον, περι του οποιου δεν ηκουσαν; και πως θελουσιν ακουσει χωρις να υπαρχη ο κηρυττων; |
15 πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων [τὰ] ἀγαθά. | 15 Και πως θελουσι κηρυξει, εαν δεν αποσταλωσι; Καθως ειναι γεγραμμενον? Ποσον ωραιοι οι ποδες των ευαγγελιζομενων ειρηνην, των ευαγγελιζομενων τα αγαθα. |
16 Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; | 16 Αλλα δεν υπηκουσαν παντες εις το ευαγγελιον. Διοτι ο Ησαιας λεγει? Κυριε, τις επιστευσεν εις το κηρυγμα ημων; |
17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ. | 17 Αρα η πιστις ειναι εξ ακοης, η δε ακοη δια του λογου του Θεου. |
18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. | 18 Λεγω ομως, Μη δεν ηκουσαν; Μαλιστα εις πασαν την γην εξηλθεν ο φθογγος αυτων, Και εις τα περατα της οικουμενης οι λογοι αυτων. |
19 ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. | 19 Αλλα λεγω, Μη δεν εγνωρισεν ο Ισραηλ; Πρωτος ο Μωυσης λεγει? Εγω θελω σας παροξυνει εις ζηλοτυπιαν με τους μη εθνος, Θελω σας παροργισει με εθνος ασυνετον. |
20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην [ἐν] τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. | 20 Ο δε Ησαιας αποτολμα και λεγει? Ευρεθην παρα των μη ζητουντων με, εφανερωθην εις τους μη ερωτωντας περι εμου. |
21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. | 21 Προς δε τον Ισραηλ λεγει? Ολην την ημεραν εξετεινα τας χειρας μου προς λαον απειθουντα και αντιλεγοντα. |