Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Marco - Mark 8


font
LXXGREEK BIBLE
1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς·1 Εν εκειναις ταις ημεραις, επειδη ητο παμπολυς οχλος και δεν ειχον τι να φαγωσι, προσκαλεσας ο Ιησους τους μαθητας αυτου λεγει προς αυτους?
2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν·2 Σπλαγχνιζομαι δια τον οχλον, οτι τρεις ηδη ημερας μενουσι πλησιον μου και δεν εχουσι τι να φαγωσι?
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν.3 και εαν απολυσω αυτους νηστεις εις τους οικους αυτων, θελουσιν αποκαμει καθ' οδον? διοτι τινες εξ αυτων ηλθον μακροθεν.
4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας;4 Και απεκριθησαν προς αυτον οι μαθηται αυτου? Ποθεν θελει τις δυνηθη να χορταση τουτους απο αρτων εδω επι της ερημιας;
5 καὶ ἠρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· ἑπτά.5 Και ηρωτησεν αυτους? Ποσους αρτους εχετε; Οι δε ειπον? Επτα.
6 καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ.6 Και προσεταξε τον οχλον να καθησωσιν επι της γης? και λαβων τους επτα αρτους, αφου ευχαριστησεν, εκοψε και εδιδεν εις τους μαθητας αυτου δια να βαλωσιν εμπροσθεν του οχλου? και εβαλον.
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι.7 Ειχον και ολιγα οψαρακια? και ευλογησας ειπε να βαλωσι και αυτα.
8 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.8 Εφαγον δε και εχορτασθησαν, και εσηκωσαν περισσευματα κλασματων επτα σπυριδας.
9 ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.9 Ησαν δε οι φαγοντες ως τετρακισχιλιοι? και απελυσεν αυτους.
10 Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.10 Και ευθυς εμβας εις το πλοιον μετα των μαθητων αυτου, ηλθεν εις τα μερη Δαλμανουθα.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.11 Και εξηλθον οι Φαρισαιοι και ηρχισαν να καμνωσιν ερωτησεις προς αυτον, και εζητουν παρ' αυτου σημειον απο του ουρανου, πειραζοντες αυτον.
12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.12 Τοτε αναστεναξας εκ καρδιας αυτου, λεγει? Δια τι η γενεα αυτη σημειον ζητει; αληθως σας λεγω, δεν θελει δοθη εις την γενεαν ταυτην σημειον.
13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.13 Και αφησας αυτους εισηλθε παλιν εις το πλοιον και απηλθεν εις το περαν.
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ.14 Ελησμονησαν δε να λαβωσιν αρτους και δεν ειχον μεθ' εαυτων εν τω πλοιω ειμη ενα αρτον.
15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.15 Και παρηγγελλεν εις αυτους, λεγων? Βλεπετε, προσεχετε απο της ζυμης των Φαρισαιων και της ζυμης του Ηρωδου.
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν.16 Και διελογιζοντο προς αλληλους, λεγοντες οτι αρτους δεν εχομεν.
17 καὶ γνοὺς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;17 Νοησας δε ο Ιησους, λεγει προς αυτους? Τι διαλογιζεσθε οτι δεν εχετε αρτους; ετι δεν νοειτε ουδε καταλαμβανετε; ετι πεπωρωμενην εχετε την καρδιαν σας;
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε
καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε;
καὶ οὐ μνημονεύετε,
18 οφθαλμους εχοντες δεν βλεπετε, και ωτα εχοντες δεν ακουετε; και δεν ενθυμεισθε;
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.19 οτε εκοψα τους πεντε αρτους εις τους πεντακισχιλιους, ποσους κοφινους πληρεις κλασματων εσηκωσατε; Λεγουσι προς αυτον? δωδεκα.
20 ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν [αὐτῷ]· ἑπτά.20 Και οτε τους επτα εις τους τετρακισχιλιους, ποσας σπυριδας πληρεις κλασματων εσηκωσατε; Οι δε ειπον? Επτα.
21 καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;21 Και ελεγε προς αυτους? Πως δεν καταλαμβανετε;
22 Καὶ ἔρχονται εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.22 Και ερχεται εις Βηθσαιδαν. Και φερουσι προς αυτον τυφλον και παρακαλουσιν αυτον να εγγιση αυτον.
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν· εἴ τι βλέπεις;23 Και πιασας την χειρα του τυφλου, εφερεν αυτον εξω της κωμης και πτυσας εις τα ομματα αυτου, επεθεσεν επ' αυτον τας χειρας και ηρωτα αυτον αν βλεπη τι.
24 καὶ ἀναβλέψας ἔλεγεν· βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.24 Και αναβλεψας ελεγε? Βλεπω τους ανθρωπους, ο, τι ως δενδρα βλεπω περιπατουντας.
25 εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.25 Επειτα παλιν επεθεσε τας χειρας επι τους οφθαλμους αυτου και εκαμεν αυτον να αναβλεψη, και αποκατεσταθη η ορασις αυτου, και ειδε καθαρως απαντας.
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς.26 Και απεστειλεν αυτον εις τον οικον αυτου, λεγων? Μηδε εις την κωμην εισελθης μηδε ειπης τουτο εις τινα εν τη κωμη.
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;27 Και εξηλθεν ο Ιησους και οι μαθηται αυτου εις τας κωμας της Καισαρειας Φιλιππου? και καθ' οδον ηρωτα τους μαθητας αυτου, λεγων προς αυτους? Τινα με λεγουσιν οι ανθρωποι οτι ειμαι;
28 οἱ δὲ εἶπαν αὐτῷ λέγοντες [ὅτι] Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.28 Οι δε απεκριθησαν? Ιωαννην τον Βαπτιστην, και αλλοι τον Ηλιαν, αλλοι δε ενα των προφητων.
29 καὶ αὐτὸς ἐπηρώτα αὐτούς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ χριστός.29 Και αυτος λεγει προς αυτους? Αλλα σεις τινα με λεγετε οτι ειμαι; Και αποκριθεις ο Πετρος, λεγει προς αυτον? Συ εισαι ο Χριστος.
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.30 Και παρηγγειλεν αυστηρως εις αυτους να μη λεγωσιν εις μηδενα περι αυτου.
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·31 Και ηρχισε να διδασκη αυτους οτι πρεπει ο Υιος του ανθρωπου να παθη πολλα, και να καταφρονηθη απο των πρεσβυτερων και αρχιερεων και γραμματεων, και να θανατωθη, και μετα τρεις ημερας να αναστηθη?
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.32 και ελαλει τον λογον παρρησια. Και παραλαβων αυτον ο Πετρος κατ' ιδιαν, ηρχισε να επιτιμα αυτον.
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει· ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.33 Ο δε επιστραφεις και ιδων τους μαθητας αυτου, επετιμησε τον Πετρον λεγων? Υπαγε οπισω μου, Σατανα? διοτι δεν φρονεις τα του Θεου, αλλα τα των ανθρωπων.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.34 Και προσκαλεσας τον οχλον μετα των μαθητων αυτου, ειπε προς αυτους? Οστις θελει να ελθη οπισω μου, ας απαρνηθη εαυτον και ας σηκωση τον σταυρον αυτου, και ας με ακολουθη.
35 ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου σώσει αὐτήν.35 Διοτι οστις θελει να σωση την ζωην αυτου, θελει απολεσει αυτην? και οστις απολεση την ζωην αυτου ενεκεν εμου και του ευαγγελιου, ουτος θελει σωσει αυτην.
36 τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ;36 Επειδη τι θελει ωφελησει τον ανθρωπον, εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου;
37 τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;37 Η τι θελει δωσει ο ανθρωπος εις ανταλλαγην της ψυχης αυτου;
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.38 Διοτι οστις αισχυνθη δι' εμε και δια τους λογους μου εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω, και ο Υιος του ανθρωπου θελει αισχυνθη δι' αυτον, οταν ελθη εν τη δοξη του Πατρος αυτου μετα των αγγελων.