Vangelo secondo Marco - Mark 15
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | DOUAI-RHEIMS |
---|---|
1 Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ. | 1 And straightway in the morning, the chief priests holding a consultation with the ancients and the scribes and the whole council, binding Jesus, led him away, and delivered him to Pilate. |
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· σὺ λέγεις. | 2 And Pilate asked him: Art thou the king of the Jews? But he answering, saith to him: Thou sayest it. |
3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. | 3 And the chief priests accused him in many things. |
4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν. | 4 And Pilate again asked him, saying: Answerest thou nothing? behold in how many things they accuse thee. |
5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. | 5 But Jesus still answered nothing; so that Pilate wondered. |
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο. | 6 Now on the festival day he was wont to release unto them one of the prisoners, whomsoever they demanded. |
7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. | 7 And there was one called Barabbas, who was put in prison with some seditious men, who in the sedition had committed murder. |
8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. | 8 And when the multitude was come up, they began to desire that he would do, as he had ever done unto them. |
9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; | 9 And Pilate answered them, and said: Will you that I release to you the king of the Jews? |
10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. | 10 For he knew that the chief priests had delivered him up out of envy. |
11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. | 11 But the chief priests moved the people, that he should rather release Barabbas to them. |
12 ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· τί οὖν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν Ἰουδαίων; | 12 And Pilate again answering, saith to them: What will you then that I do to the king of the Jews? |
13 οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν. | 13 But they again cried out: Crucify him. |
14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν· σταύρωσον αὐτόν. | 14 And Pilate saith to them: Why, what evil hath he done? But they cried out the more: Crucify him. |
15 Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. | 15 And so Pilate being willing to satisfy the people, released to them Barabbas, and delivered up Jesus, when he had scourged him, to be crucified. |
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. | 16 And the soldiers led him away into the court of the palace, and they called together the whole band: |
17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· | 17 And they clothe him with purple, and platting a crown of thorns, they put it upon him. |
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων· | 18 And they began to salute him: Hail, king of the Jews. |
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. | 19 And they struck his head with a reed: and they did spit on him. And bowing their knees, they adored him. |
20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. | 20 And after they had mocked him, they took off the purple from him, and put his own garments on him, and they led him out to crucify him. |
21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. | 21 And they forced one Simon a Cyrenian who passed by, coming out of the country, the father of Alexander and of Rufus, to take up his cross. |
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος. | 22 And they bring him into the place called Golgotha, which being interpreted is, The place of Calvary. |
23 καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον· ὃς δὲ οὐκ ἔλαβεν. | 23 And they gave him to drink wine mingled with myrrh; but he took it not. |
24 Καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ. | 24 And crucifying him, they divided his garments, casting lots upon them, what every man should take. |
25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. | 25 And it was the third hour, and they crucified him. |
26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· ὁ βασιλεὺς τῶν Ἰουδαίων. | 26 And the inscription of his cause was written over: THE KING OF THE JEWS. |
27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. | 27 And with him they crucify two thieves; the one on his right hand, and the other on his left. |
28 And the scripture was fulfilled, which saith: And with the wicked he was reputed. | |
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, | 29 And they that passed by blasphemed him, wagging their heads, and saying: Vah, thou that destroyest the temple of God, and in three days buildest it up again; |
30 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ. | 30 Save thyself, coming down from the cross. |
31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· | 31 In like manner also the chief priests mocking, said with the scribes one to another: He saved others; himself he cannot save. |
32 ὁ χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν. | 32 Let Christ the king of Israel come down now from the cross, that we may see and believe. And they that were crucified with him reviled him. |
33 Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. | 33 And when the sixth hour was come, there was darkness over the whole earth until the ninth hour. |
34 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ· ελωι ελωι λεμα σαβαχθανι; ὅ ἐστιν μεθερμηνευόμενον· ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; | 34 And at the ninth hour, Jesus cried out with a loud voice, saying: Eloi, Eloi, lamma sabacthani? Which is, being interpreted, My God, my God, why hast thou forsaken me? |
35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε Ἠλίαν φωνεῖ. | 35 And some of the standers by hearing, said: Behold he calleth Elias. |
36 δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. | 36 And one running and filling a sponge with vinegar, and putting it upon a reed, gave him to drink, saying: Stay, let us see if Elias come to take him down. |
37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. | 37 And Jesus having cried out with a loud voice, gave up the ghost. |
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. | 38 And the veil of the temple was rent in two, from the top to the bottom. |
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν· ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν. | 39 And the centurion who stood over against him, seeing that crying out in this manner he had given up the ghost, said: Indeed this man was the son of God. |
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, | 40 And there were also women looking on afar off: among whom was Mary Magdalen, and Mary the mother of James the less and of Joseph, and Salome: |
41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. | 41 Who also when he was in Galilee followed him, and ministered to him, and many other women that came up with him to Jerusalem. |
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευὴ ὅ ἐστιν προσάββατον, | 42 And when evening was now come, (because it was the Parasceve, that is, the day before the sabbath,) |
43 ἐλθὼν Ἰωσὴφ [ὁ] ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. | 43 Joseph of Arimathea, a noble counsellor, who was also himself looking for the kingdom of God, came and went in boldly to Pilate, and begged the body of Jesus. |
44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν· | 44 But Pilate wondered that he should be already dead. And sending for the centurion, he asked him if he were already dead. |
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ. | 45 And when he had understood it by the centurion, he gave the body to Joseph. |
46 Καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. | 46 And Joseph buying fine linen, and taking him down, wrapped him up in the fine linen, and laid him in a sepulchre which was hewed out of a rock. And he rolled a stone to the door of the sepulchre. |
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται. | 47 And Mary Magdalen, and Mary the mother of Joseph, beheld where he was laid. |