Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 1


font
LXXGREEK BIBLE
1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.1 Βιβλος της γενεαλογιας του Ιησου Χριστου, υιου του Δαβιδ, υιου του Αβρααμ.
2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,2 Ο Αβρααμ εγεννησε τον Ισαακ, Ισαακ δε εγεννησε τον Ιακωβ, Ιακωβ δε εγεννησε τον Ιουδαν και τους αδελφους αυτου,
3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,3 Ιουδας δε εγεννησε τον Φαρες και τον Ζαρα εκ της Θαμαρ, Φαρες δε εγεννησε τον Εσρωμ, Εσρωμ δε εγεννησε τον Αραμ,
4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,4 Αραμ δε εγεννησε τον Αμιναδαβ, Αμιναδαβ δε εγεννησε τον Ναασσων, Ναασσων δε εγεννησε τον Σαλμων,
5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ, Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,5 Σαλμων δε εγεννησε τον Βοοζ εκ της Ραχαβ, Βοοζ δε εγεννησε τον Ωβηδ εκ της Ρουθ, Ωβηδ δε εγεννησε τον Ιεσσαι,
6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα.
Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,
6 Ιεσσαι δε εγεννησε τον Δαβιδ τον βασιλεα. Δαβιδ δε ο βασιλευς εγεννησε τον Σολομωντα εκ της γυναικος του Ουριου,
7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ,7 Σολομων δε εγεννησε τον Ροβοαμ, Ροβοαμ δε εγεννησε τον Αβια, Αβια δε εγεννησε τον Ασα,
8 Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν,8 Ασα δε εγεννησε τον Ιωσαφατ, Ιωσαφατ δε εγεννησε τον Ιωραμ, Ιωραμ δε εγεννησε τον Οζιαν,
9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ, Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,9 Οζιας δε εγεννησε τον Ιωαθαμ, Ιωαθαμ δε εγεννησε τον Αχαζ, Αχαζ δε εγεννησε τον Εζεκιαν,
10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς, Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσίαν,10 Εζεκιας δε εγεννησε τον Μανασση, Μανασσης δε εγεννησε τον Αμων, Αμων δε εγεννησε τον Ιωσιαν,
11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.11 Ιωσιας δε εγεννησε τον Ιεχονιαν και τους αδελφους αυτου επι της μετοικεσιας Βαβυλωνος.
12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,12 Μετα δε την μετοικεσιαν Βαβυλωνος Ιεχονιας εγεννησε τον Σαλαθιηλ, Σαλαθιηλ δε εγεννησε τον Ζοροβαβελ,
13 Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ, Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ,13 Ζοροβαβελ δε εγεννησε τον Αβιουδ, Αβιουδ δε εγεννησε τον Ελιακειμ, Ελιακειμ δε εγεννησε τον Αζωρ,
14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ, Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,14 Αζωρ δε εγεννησε τον Σαδωκ, Σαδωκ δε εγεννησε τον Αχειμ, Αχειμ δε εγεννησε τον Ελιουδ,
15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,15 Ελιουδ δε εγεννησε τον Ελεαζαρ, Ελεαζαρ δε εγεννησε τον Ματθαν, Ματθαν δε εγεννησε τον Ιακωβ,
16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.16 Ιακωβ δε εγεννησε τον Ιωσηφ τον ανδρα της Μαριας, εξ ης εγεννηθη Ιησους ο λεγομενος Χριστος.
17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.17 Πασαι λοιπον αι γενεαι απο Αβρααμ εως Δαβιδ ειναι γενεαι δεκατεσσαρες, και απο Δαβιδ εως της μετοικεσιας Βαβυλωνος γενεαι δεκατεσσαρες, και απο της μετοικεσιας Βαβυλωνος εως του Χριστου γενεαι δεκατεσσαρες.
18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.18 Του δε Ιησου Χριστου η γεννησις ουτως ητο. Αφου ηρραβωνισθη η μητηρ αυτου Μαρια μετα του Ιωσηφ, πριν συνελθωσιν, ευρεθη εν γαστρι εχουσα εκ Πνευματος Αγιου.
19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.19 Ιωσηφ δε ο ανηρ αυτης, δικαιος ων και μη θελων να θεατριση αυτην, ηθελησε να απολυση αυτην κρυφιως.
20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.20 Ενω δε αυτος διελογισθη ταυτα, ιδου, αγγελος Κυριου εφανη κατ' οναρ εις αυτον, λεγων? Ιωσηφ, υιε του Δαβιδ, μη φοβηθης να παραλαβης Μαριαμ την γυναικα σου? διοτι το εν αυτη γεννηθεν ειναι εκ Πνευματος Αγιου.
21 τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.21 Θελει δε γεννησει υιον και θελεις καλεσει το ονομα αυτου Ιησουν? διοτι αυτος θελει σωσει τον λαον αυτου απο των αμαρτιων αυτων.
22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος·22 Τουτο δε ολον εγεινε δια να πληρωθη το ρηθεν υπο του Κυριου δια του προφητου, λεγοντος?
23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν,
καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,
ὅ ἐστιν μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός.
23 Ιδου, η παρθενος θελει συλλαβει και θελει γεννησει υιον, και θελουσι καλεσει το ονομα αυτου Εμμανουηλ, το οποιον μεθερμηνευομενον ειναι, Μεθ' ημων ο Θεος.
24 ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ,24 Εξεγερθεις δε ο Ιωσηφ απο του υπνου εκαμεν ως προσεταξεν αυτον ο αγγελος Κυριου και παρελαβε την γυναικα αυτου,
25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.25 και δεν εγνωριζεν αυτην, εωσου εγεννησε τον υιον αυτης τον πρωτοτοκον και εκαλεσε το ονομα αυτου Ιησουν.