Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Apocalisse - Revelation 1


font
GREEK BIBLELXX
1 Αποκαλυψις Ιησου Χριστου, την οποιαν εδωκεν εις αυτον ο Θεος, δια να δειξη εις τους δουλους αυτου οσα πρεπει να γεινωσι ταχεως, και εφανερωσεν αυτα αποστειλας δια του αγγελου αυτου εις τον δουλον αυτου Ιωαννην,1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
2 οστις εμαρτυρησε τον λογον του Θεου και την μαρτυριαν του Ιησου Χριστου και οσα ειδε.2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα εἶδεν.
3 Μακαριος ο αναγινωσκων και οι ακουοντες τους λογους της προφητειας και φυλαττοντες τα γεγραμμενα εν αυτη? διοτι ο καιρος ειναι πλησιον.3 Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
4 Ο Ιωαννης προς τας επτα εκκλησιας τας εν τη Ασια? χαρις υμιν και ειρηνη απο του ο ων και ο ην και ο ερχομενος? και απο των επτα πνευματων, τα οποια ειναι ενωπιον του θρονου αυτου,4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ
5 και απο του Ιησου Χριστου, οστις ειναι ο μαρτυς ο πιστος, ο πρωτοτοκος εκ των νεκρων και ο αρχων των βασιλεων της γης. Εις τον αγαπησαντα ημας και λουσαντα ημας απο των αμαρτιων ημων με το αιμα αυτου,5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς, ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,
6 και οστις εκαμεν ημας βασιλεις και ιερεις εις τον Θεον και Πατερα αυτου, εις αυτον ειη η δοξα και το κρατος εις τους αιωνας των αιωνων? αμην.6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας [τῶν αἰώνων]· ἀμήν.
7 Ιδου, ερχεται μετα των νεφελων, και θελει ιδει αυτον πας οφθαλμος και εκεινοι οιτινες εξεκεντησαν αυτον, και θελουσι θρηνησει επ' αυτον πασαι αι φυλαι της γης. Ναι, αμην.7 Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν,
καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς
καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν,
καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
ναί, ἀμήν.
8 Εγω ειμαι το Α και το Ω, αρχη και τελος, λεγει ο Κυριος, ο ων και ο ην και ο ερχομενος, ο παντοκρατωρ.8 Ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ, λέγει κύριος ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 Εγω ο Ιωαννης, ο και αδελφος σας και συγκοινωνος εις την θλιψιν και εις την βασιλειαν και την υπομονην του Ιησου Χριστου, ημην εν τη νησω τη καλουμενη Πατμω δια τον λογον του Θεου και δια την μαρτυριαν του Ιησου Χριστου.9 Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
10 Κατα την κυριακην ημεραν ηλθον εις εκστασιν πνευματικην, και ηκουσα οπισω μου φωνην μεγαλην ως σαλπιγγος,10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος
11 ητις ελεγεν? Εγω ειμαι το Α και το Ω, ο πρωτος και ο εσχατος? και, Ο, τι βλεπεις, γραψον εις βιβλιον και πεμψον εις τας επτα εκκλησιας, τας εν τη Ασια, εις Εφεσον και εις Σμυρνην και εις Περγαμον και εις Θυατειρα και εις Σαρδεις και εις Φιλαδελφειαν και εις Λαοδικειαν.11 λεγούσης· ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.
12 Και εστραφην να ιδω την φωνην, ητις ελαλησε μετ' εμου? και στραφεις ειδον επτα λυχνιας χρυσας,12 Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ’ ἐμοῦ, καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς
13 και εν μεσω των επτα λυχνιων ειδον ενα ομοιον με υιον ανθρωπου, ενδεδυμενον ποδηρη χιτωνα και περιεζωσμενον πλησιον των μαστων ζωνην χρυσην.13 καὶ ἐν μέσῳ τῶν λυχνιῶν ὅμοιον υἱὸν ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν.
14 Η δε κεφαλη αυτου και αι τριχες ησαν λευκαι και ως μαλλιον λευκον, ως χιων? και οι οφθαλμοι αυτου ως φλοξ πυρος,14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκὸν ὡς χιὼν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρὸς
15 και οι ποδες αυτου ομοιοι με χαλκολιβανον, ως εν καμινω πεπυρωμενοι, και η φωνη αυτου ως φωνη υδατων πολλων,15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένης καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
16 και ειχεν εν τη δεξια αυτου χειρι επτα αστερας, και εκ του στοματος αυτου του εξηρχετο ρομφαια διστομος οξεια, και η οψις αυτου ελαμπεν ως ο ηλιος λαμπει εν τη δυναμει αυτου.16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτὰ καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 Και οτε ειδον αυτον, επεσα προς τους ποδας αυτου ως νεκρος, και επεθηκε την δεξιαν αυτου χειρα επ' εμε; λεγων μοι? Μη φοβου? εγω ειμαι ο πρωτος και ο εσχατος17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων·
μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος
18 και ο ζων, και εγεινα νεκρος, και ιδου, ειμαι ζων εις τους αιωνας των αιωνων, αμην, και εχω τα κλειδια του αδου και του θανατου.18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.
19 Γραψον οσα ειδες και οσα ειναι και οσα μελλουσι να γεινωσι μετα ταυτα?19 γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γενέσθαι μετὰ ταῦτα.
20 το μυστηριον των επτα αστερων, τους οποιους ειδες εν τη δεξια μου, και τας επτα λυχνιας τας χρυσας. Οι επτα αστερες ειναι οι αγγελοι των επτα εκκλησιων, και αι επτα λυχνιαι, τας οποιας ειδες, ειναι αι επτα εκκλησιαι.20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.