Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Lettera a Tito - Titus 1


font
GREEK BIBLELXX
1 Παυλος, δουλος Θεου, αποστολος δε Ιησου Χριστου κατα την πιστιν των εκλεκτων του Θεου και την επιγνωσιν της αληθειας της κατ' ευσεβειαν1 Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν
2 επ' ελπιδι ζωης αιωνιου, την οποιαν υπεσχεθη ο αψευδης Θεος προ χρονων αιωνιων,2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων,
3 εφανερωσε δε εν καιροις ωρισμενοις τον λογον αυτου δια του κηρυγματος, το οποιον ενεπιστευθην εγω κατ' επιταγην του σωτηρος ημων Θεου,3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4 προς Τιτον, γνησιον τεκνον κατα κοινην ημων πιστιν? ειη χαρις, ελεος, ειρηνη απο Θεου Πατρος και Κυριου Ιησου Χριστου του Σωτηρος ημων.4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.
5 Δια τουτο σε αφηκα εν Κρητη, δια να διορθωσης τα ελλειποντα και να καταστησης εν παση πολει πρεσβυτερους, καθως εγω σε διεταξα,5 Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
6 οστις ειναι ανεγκλητος, μιας γυναικος ανηρ, εχων τεκνα πιστα, μη κατηγορουμενα ως ασωτα η ανυποτακτα.6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
7 Διοτι πρεπει ο επισκοπος να ηναι ανεγκλητος, ως οικονομος Θεου, μη αυθαδης, μη οργιλος, μη μεθυσος, μη πληκτης, μη αισχροκερδης,7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
8 αλλα φιλοξενος, φιλαγαθος, σωφρων, δικαιος, οσιος, εγκρατης,8 ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ,
9 προσκεκολλημενος εις τον πιστον λογον της διδασκαλιας, δια να ηναι δυνατος και να προτρεπη δια της υγιαινουσης διδασκαλιας και να εξελεγχη τους αντιλεγοντας.9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10 Διοτι υπαρχουσι πολλοι και ανυποτακτοι ματαιολογοι και φρενοπλανοι, μαλιστα οι εκ της περιτομης,10 Εἰσὶν γὰρ πολλοὶ [καὶ] ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
11 τους οποιους πρεπει να αποστομονωμεν, οιτινες ανατρεπουσιν ολοκληρους οικους, διδασκοντες οσα δεν πρεπει, χαριν αισχρου κερδους.11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
12 Ειπε τις αυτων προφητης ιδιος αυτων? Οι Κρητες ειναι παντοτε ψευσται, κακα θηρια, γαστερες αργαι.12 εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης·
Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
13 Η μαρτυρια αυτη ειναι αληθινη. Δια την οποιαν αιτιαν ελεγχε αυτους αποτομως, δια να υγιαινωσιν εν τη πιστει,13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
14 και να μη προσεχωσιν εις Ιουδαικους μυθους και εντολας ανθρωπων αποστρεφομενων την αληθειαν.14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
15 Εις μεν τους καθαρους παντα ειναι καθαρα? εις δε τους μεμιασμενους και απιστους ουδεν καθαρον, αλλα και ο νους αυτων και η συνειδησις ειναι μεμιασμενα.15 πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
16 Ομολογουσιν οτι γνωριζουσι τον Θεον, με τα εργα ομως αρνουνται, βδελυκτοι οντες και απειθεις και εις παν εργον αγαθον αδοκιμοι.16 θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.