Scrutatio

Venerdi, 17 maggio 2024 - San Pasquale Baylon ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 11


font
GREEK BIBLELXX
1 Ειθε να υποφερητε ολιγον τι την αφροσυνην μου? αλλα και υποφερετε με.1 Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
2 Διοτι ειμαι ζηλοτυπος προς εσας κατα ζηλοτυπιαν Θεου? επειδη σας ηρραρωνισα με ενα ανδρα, δια να σας παραστησω παρθενον αγνην εις τον Χριστον.2 ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
3 φοβουμαι ομως μηπως, καθως ο οφις εξηπατησε την Ευαν δια της πανουργιας αυτου, διαφθαρη ουτως ο νους σας, εκπεσων απο της απλοτητος της εις τον Χριστον.3 φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος] τῆς εἰς τὸν Χριστόν.
4 Διοτι εαν ο ερχομενος κηρυττη προς εσας αλλον Ιησουν, τον οποιον ημεις δεν εκηρυξαμεν, η λαμβανητε αλλο πνευμα, το οποιον δεν ελαβετε, η αλλο ευαγγελιον, το οποιον δεν εδεχθητε, καλως ηθελετε υποφερει αυτον.4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.
5 Αλλα στοχαζομαι οτι δεν ειμαι εις ουδεν κατωτερος των πρωτιστων αποστολων.5 Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.
6 Εαν δε και ημαι ιδιωτης κατα τον λογον, αλλ' ουχι κατα την γνωσιν, αλλ' εν παντι τροπω εφανερωθημεν κατα παντα εις εσας.6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει, ἀλλ’ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.
7 Η επραξα αμαρτιαν ταπεινονων εμαυτον δια να υψωθητε σεις, διοτι σας εκηρυξα δωρεαν το ευαγγελιον του Θεου;7 Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
8 Αλλας εκκλησιας εγυμνωσα λαβων τα αναγκαια δια την υπηρεσιαν σας,8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,
9 και οτε ημην παρων εις εσας και εστερηθην, δεν κατεβαρυνα ουδενα? διοτι την στερησιν μου προσανεπληρωσαν οι αδελφοι ελθοντες απο Μακεδονιας? και κατα παντα εφυλαξα εμαυτον και θελω φυλαξει αβαρη προς εσας.9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
10 Ειναι αληθεια του Χριστου εν εμοι οτι η καυχησις αυτη δεν θελει αποκλεισθη εις εμε εν τοις τοποις της Αχαιας.10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας.
11 Δια τι; διοτι δεν σας αγαπω; ο Θεος γινωσκει.11 διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ θεὸς οἶδεν.
12 Ο, τι δε καμνω, τουτο και θελω καμνει, δια να εκκοψω την αφορμην των θελοντων αφορμην, ινα ευρεθωσιν εις εκεινο, δια το οποιον καυχωνται, τοιουτοι καθως και ημεις.12 Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.
13 Διοτι οι τοιουτοι ειναι ψευδαποστολοι, εργαται δολιοι, μετασχηματιζομενοι εις αποστολους Χριστου.13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
14 Και ουδεν θαυμαστον? διοτι αυτος ο Σατανας μετασχηματιζεται εις αγγελον φωτος.14 καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
15 Δεν ειναι λοιπον μεγα αν και οι διακονοι αυτου μετασχηματιζωνται εις διακονους δικαιοσυνης, των οποιων το τελος θελει εισθαι κατα τα εργα αυτων.15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
16 Παλιν λεγω, Μηδεις ας μη με στοχασθη οτι ειμαι αφρων? ει δε μη, δεχθητε με καν ως αφρονα, δια να καυχηθω και εγω ολιγον τι.16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
17 Ο, τι λαλω, εις τουτο το θαρρος της καυχησεως, δεν λαλω κατα τον Κυριον, αλλ' ως αφρων.17 ὃ λαλῶ, οὐ κατὰ κύριον λαλῶ ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
18 Επειδη πολλοι καυχωνται κατα την σαρκα, θελω καυχηθη και εγω.18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
19 Διοτι σεις ευχαριστως υποφερετε τους αφρονας, οντες φρονιμοι?19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·
20 επειδη υποφερετε, εαν τις σας καταδουλονη, εαν τις σας κατατρωγη, εαν τις λαμβανη τα υμων, εαν τις επαιρηται, εαν τις σας κτυπα εις το προσωπον.20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
21 Κατα ατιμιαν λεγω, ως να ημεθα ημεις ασθενεις. Αλλ' εις ο, τι τολμα τις, αφρονως ομιλω, τολμω και εγω.21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν.
22 Εβραιοι ειναι; και εγω? Ισραηλιται ειναι; και εγω? σπερμα Αβρααμ ειναι; και εγω?22 Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ.
23 υπηρεται του Χριστου ειναι; παραφρονων λαλω, πλειοτερον εγω? εις κοπους περισσοτερον, εις πληγας καθ' υπερβολην, εις φυλακας περισσοτερον, εις θανατους πολλακις.23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
24 υπο των Ιουδαιων πεντακις ελαβον πληγας τεσσαρακοντα παρα μιαν,24 Ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
25 τρις ερραβδισθην, απαξ ελιθοβοληθην, τρις εναυαγησα, εν ημερονυκτιον εν τω βυθω εκαμον.25 τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
26 εις οδοιποριας πολλακις, εις κινδυνους ποταμων, κινδυνους ληστων, κινδυνους εκ του γενους, κινδυνους εξ εθνων, κινδυνους εν πολει, κινδυνους εν ερημια, κινδυνους εν θαλασση, κινδυνους εν ψευδαδελφοις.26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,
27 εν κοπω και μοχθω, εν αγρυπνιαις πολλακις, εν πεινη και διψη, εν νηστειαις πολλακις, εν ψυχει και γυμνοτητι?27 κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
28 εκτος των εξωτερικων ο καθ' ημεραν επικειμενος εις εμε αγων, η μεριμνα πασων των εκκλησιων.28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
29 Τις ασθενει, και δεν ασθενω; τις σκανδαλιζεται, και εγω δεν φλεγομαι;29 τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;
30 Εαν πρεπη να καυχωμαι, θελω καυχηθη εις τα της ασθενειας μου.30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
31 Ο Θεος και Πατηρ του Κυριου ημων Ιησου Χριστου, ο ων ευλογητος εις τους αιωνας, γνωριζει οτι δεν ψευδομαι.31 ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
32 Εν Δαμασκω ο εθναρχης του βασιλεως Αρετα εφρουρει την πολιν των Δαμασκηνων, θελων να με πιαση,32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με,
33 και δια θυριδος απο του τειχους κατεβιβασθην εν κοφινω και εξεφυγον τας χειρας αυτου.33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.