Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Atti degli Apostoli - Acts 9


font
GREEK BIBLELXX
1 Ο δε Σαυλος, πνεων ετι απειλην και φονον κατα των μαθητων του Κυριου, ηλθε προς τον αρχιερεα1 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
2 και εζητησε παρ' αυτου επιστολας εις Δαμασκον προς τας συναγωγας, οπως εαν ευρη τινας εκ της οδου ταυτης, ανδρας τε και γυναικας, φερη δεδεμενους εις Ιερουσαλημ.2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
3 Ενω δε πορευομενος επλησιαζεν εις την Δαμασκον, εξαιφνης ηστραψε περι αυτον φως απο του ουρανου,3 Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ
4 και πεσων επι την γην, ηκουσε φωνην λεγουσαν προς αυτον? Σαουλ, Σαουλ, τι με διωκεις;4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις;
5 Και ειπε? Τις εισαι, Κυριε; Και ο Κυριος ειπεν? Εγω ειμαι ο Ιησους, τον οποιον συ διωκεις? σκληρον σοι ειναι να λακτιζης προς κεντρα.5 εἶπεν δέ· τίς εἶ, κύριε; ὁ δέ· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
6 Ο δε τρεμων και εκθαμβος γενομενος, ειπε? Κυριε, τι θελεις να καμω; Και ο Κυριος ειπε προς αυτον? Σηκωθητι και εισελθε εις την πολιν, και θελει σοι λαληθη τι πρεπει να καμης.6 ἀλλ’ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
7 Οι δε ανδρες οι συνοδευοντες αυτον ισταντο αφωνοι, ακουοντες μεν την φωνην, μηδενα ομως βλεποντες.7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
8 Εσηκωθη δε ο Σαυλος απο της γης, και εχων ανεωγμενους τους οφθαλμους αυτου δεν εβλεπεν ουδενα? και χειραγωγουντες αυτον εισηγαγον εις Δαμασκον.8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
9 Και ητο τρεις ημερας χωρις να βλεπη, και δεν εφαγεν ουδε επιεν.9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 Ητο δε τις μαθητης εν Δαμασκω Ανανιας ονομαζομενος, και ειπε προς αυτον ο Κυριος δι' οραματος? Ανανια? Ο δε ειπεν? Ιδου εγω, Κυριε.10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος· Ἁνανία. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ, κύριε.
11 Και ο Κυριος ειπε προς αυτον? Σηκωθεις υπαγε εις την οδον την ονομαζομενην Ευθειαν και ζητησον εν τη οικια του Ιουδα τινα Σαυλον ονομαζομενον Ταρσεα? διοτι ιδου, προσευχεται,11 ὁ δὲ κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται
12 και ειδε δι' οραματος ανθρωπον Ανανιαν ονομαζομενον οτι εισηλθε και εθεσεν επ' αυτον την χειρα, δια να αναβλεψη.12 καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ.
13 Απεκριθη δε ο Ανανιας? Κυριε, ηκουσα απο πολλων περι του ανδρος τουτου, οσα κακα επραξεν εις τους αγιους σου εν Ιερουσαλημ?13 ἀπεκρίθη δὲ Ἁνανίας· κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
14 και εδω εχει εξουσιαν παρα των αρχιερεων να δεση παντας τους επικαλουμενους το ονομα σου.14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
15 Ειπε δε προς αυτον ο Κυριος? Υπαγε, διοτι ουτος ειναι σκευος εκλογης εις εμε, δια να βασταση το ονομα μου ενωπιον εθνων και βασιλεων και των υιων Ισραηλ?15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
16 επειδη εγω θελω δειξει εις αυτον οσα πρεπει να παθη υπερ του ονοματος μου.16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
17 Υπηγε δε ο Ανανιας και εισηλθεν εις την οικιαν, και επιθεσας επ' αυτον τας χειρας ειπε? Σαουλ αδελφε, ο Κυριος με απεστειλεν, ο Ιησους οστις εφανη εις σε εν τη οδω καθ' ην ηρχου, δια να αναβλεψης και να πλησθης Πνευματος Αγιου.17 Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
18 Και ευθυς επεσον απο των οφθαλμων αυτου ως λεπη, και ανεβλεψεν ευθυς, και σηκωθεις εβαπτισθη.18 καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη
19 Και λαβων τροφην εδυναμωθη. Διετριψε δε ο Σαυλος ημερας τινας μετα των εν Δαμασκω μαθητων,19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς
20 και ευθυς εκηρυττεν εν ταις συναγωγαις τον Χριστον οτι ουτος ειναι ο Υιος του Θεου.20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
21 Εξεπληττοντο δε παντες οι ακουοντες και ελεγον? Δεν ειναι ουτος, οστις εξωλοθρευσεν εν Ιερουσαλημ τους επικαλουμενους το ονομα τουτο και εδω δια τουτο ειχεν ελθει δια να φερη αυτους δεδεμενους προς τους αρχιερεις;21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ πορθήσας εἰς Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
22 Ο δε Σαυλος μαλλον ενεδυναμουτο και συνεχεε τους Ιουδαιους τους κατοικουντας εν Δαμασκω, αποδεικνυων οτι ουτος ειναι ο Χριστος.22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν [τοὺς] Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
23 Και αφου παρηλθον ημεραι ικαναι, συνεβουλευθησαν οι Ιουδαιοι να θανατωσωσιν αυτον?23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24 εγνωστοποιηθη δε εις τον Σαυλον η επιβουλη αυτων. Και παρεφυλαττον τας πυλας ημεραν και νυκτα, δια να θανατωσωσιν αυτον?24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
25 λαβοντες δε αυτον οι μαθηται, δια νυκτος κατεβιβασαν δια του τειχους κρεμασαντες εντος σπυριδος.25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
26 Και ελθων ο Σαυλος εις Ιερουσαλημ επροσπαθει να προσκολληθη εις τους μαθητας? πλην παντες εφοβουντο αυτον, μη πιστευοντες οτι ειναι μαθητης.26 Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς, καὶ πάντες ἐφοβοῦντο αὐτὸν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27 Ο Βαρναβας δε παραλαβων αυτον εφερε προς τους αποστολους, και διηγηθη προς αυτους πως ειδε τον Κυριον εν τη οδω και οτι ελαλησε προς αυτον, και πως εν Δαμασκω, εκηρυξε μετα παρρησιας εν τω ονοματι του Ιησου.27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
28 Και ητο μετ' αυτων εν Ιερουσαλημ εισερχομενος και εξερχομενος και μετα παρρησιας κηρυττων εν τω ονοματι του Κυριου Ιησου,28 καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,
29 και ελαλει και εφιλονεικει μετα των Ελληνιστων? εκεινοι δε κατεγινοντο εις το να θανατωσωσιν αυτον.29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς, οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
30 Μαθοντες δε οι αδελφοι, κατεβιβασαν αυτον εις Καισαρειαν και εξαπεστειλαν αυτον εις Ταρσον.30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 Αι μεν λοιπον εκκλησιαι καθ' ολην την Ιουδαιαν και Γαλιλαιαν και Σαμαρειαν ειχον ειρηνην, οικοδομουμεναι και περιπατουσαι εν τω φοβω του Κυριου, και δια της παρηγοριας του Αγιου Πνευματος επληθυνοντο.31 Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
32 Ο δε Πετρος, διερχομενος δια παντων, κατεβη και προς τους αγιους τους κατοικουντας την Λυδδαν.32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
33 Και ευρεν ανθρωπον τινα Αινεαν το ονομα, οστις ητο παραλυτικος, απο ετων οκτω κατακειμενος επι κραββατου.33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
34 Και ειπε προς αυτον ο Πετρος? Αινεα, σε ιατρευει Ιησους ο Χριστος? σηκωθητι και στρωσον την κλινην σου. Και ευθυς εσηκωθη.34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.
35 Και ειδον αυτον παντες οι κατοικουντες την Λυδδαν και τον Σαρωνα, οιτινες επεστρεψαν εις τον Κυριον.35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36 Και εν Ιοππη ητο τις μαθητρια ονοματι Ταβιθα, ητις διερμηνευομενη λεγεται Δορκας? αυτη ητο πληρης αγαθων εργων και ελεημοσυνων, τας οποιας εκαμνε?36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37 κατ' εκεινας δε τας ημερας συνεβη ασθενησασα να αποθανη? και λουσαντες αυτην εθεσαν εις ανωγεον.37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν [αὐτὴν] ἐν ὑπερῴῳ.
38 Και επειδη η Λυδδα ητο πλησιον της Ιοππης, ακουσαντες οι μαθηται οτι ο Πετρος ειναι εν αυτη, απεστειλαν προς αυτον δυο ανδρας, παρακαλουντες να μη βραδυνη να περαση εως εις αυτους.38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.
39 Και σηκωθεις ο Πετρος, υπηγε μετ' αυτων? τον οποιον ελθοντα ανεβιβασαν εις το ανωγεον, και παρεσταθησαν ενωπιον αυτου πασαι αι χηραι, κλαιουσαι και δεικνυουσαι χιτωνας και ιματια, οσα η Δορκας ειργαζετο οτε ητο μετ' αυτων.39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.
40 Ο δε Πετρος, εκβαλων εξω παντας, εγονατισε και προσηυχηθη και στραφεις προς το σωμα, ειπε? Ταβιθα, αναστηθι. Η δε ηνοιξε τους οφθαλμους αυτης και ιδουσα τον Πετρον ανεκαθησεν.40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
41 Ο δε εδωκε χειρα εις αυτην και εσηκωσεν αυτην, και φωναξας τους αγιους και τας χηρας παρεστησεν αυτην ζωσαν.41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
42 Εγεινε δε τουτο γνωστον καθ' ολην την Ιοππην, και πολλοι επιστευσαν εις τον Κυριον.42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
43 Και ο Πετρος εμεινεν ικανας ημερας εν Ιοππη παρα τινι Σιμωνι βυρσοδεψη.43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.