Scrutatio

Sabato, 11 maggio 2024 - San Fabio e compagni ( Letture di oggi)

Vangelo secondo Giovanni - John 12


font
GREEK BIBLELXX
1 Ο Ιησους λοιπον προ εξ ημερων του πασχα ηλθεν εις Βηθανιαν, οπου ητο ο Λαζαρος ο αποθανων, τον οποιον ανεστησεν εκ νεκρων.1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
2 Και εκαμαν εις αυτον δειπνον εκει, και η Μαρθα υπηρετει? ο δε Λαζαρος ητο εις εκ των συγκαθημενων μετ' αυτου.2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ.
3 Τοτε η Μαρια, λαβουσα μιαν λιτραν μυρου ναρδου καθαρας πολυτιμου, ηλειψε τους ποδας του Ιησου και με τας τριχας αυτης εσπογγισε τους ποδας αυτου? η δε οικια επλησθη εκ της οσμης του μυρου.3 Ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
4 Λεγει λοιπον εις εκ των μαθητων αυτου, ο Ιουδας Σιμωνος ο Ισκαριωτης, οστις εμελλε να παραδωση αυτον?4 Λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς [ἐκ] τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι·
5 Δια τι τουτο το μυρον δεν επωληθη τριακοσια δηναρια και εδοθη εις τους πτωχους;5 διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
6 Ειπε δε τουτο ουχι διοτι εμελεν αυτον περι των πτωχων, αλλα διοτι ητο κλεπτης και ειχε το γλωσσοκομον και εβασταζε τα βαλλομενα εις αυτο.6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
7 Ειπε λοιπον ο Ιησους? Αφες αυτην, εις την ημεραν του ενταφιασμου μου εφυλαξεν αυτο.7 εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·
8 Διοτι τους πτωχους παντοτε εχετε μεθ' εαυτων, εμε ομως παντοτε δεν εχετε.8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
9 Εμαθε δε οχλος πολυς εκ των Ιουδαιων οτι ειναι εκει, και ηλθον ουχι δια τον Ιησουν μονον, αλλα δια να ιδωσι και τον Λαζαρον, τον οποιον ανεστησεν εκ νεκρων.9 Ἔγνω οὖν [ὁ] ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
10 Συνεβουλευθησαν δε οι αρχιερεις, δια να θανατωσωσι και τον Λαζαρον,10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
11 διοτι πολλοι εκ των Ιουδαιων δι' αυτον υπηγαινον και επιστευον εις τον Ιησουν.11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
12 Τη επαυριον οχλος πολυς ο ελθων εις την εορτην, ακουσαντες οτι ερχεται ο Ιησους εις Ιεροσολυμα,12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα
13 ελαβον τα βαια των φοινικων και εξηλθον εις υπαντησιν αυτου και εκραζον? Ωσαννα, ευλογημενος ο ερχομενος εν ονοματι Κυριου, ο βασιλευς του Ισραηλ.13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον·
ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
[καὶ] ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
14 Ευρων δε ο Ιησους οναριον, εκαθησεν επ' αυτο, καθως ειναι γεγραμμενον?14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον·
15 Μη φοβου, θυγατερ Σιων? ιδου, ο βασιλευς σου ερχεται καθημενος επι πωλου ονου.15 μὴ φοβοῦ, θυγάτηρ Σιών·
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται,
καθήμενος ἐπὶ πῶλον ὄνου.
16 Ταυτα ομως δεν ενοησαν οι μαθηται αυτου κατ' αρχας, αλλ' οτε εδοξασθη ο Ιησους, τοτε ενεθυμηθησαν οτι ταυτα ησαν γεγραμμενα δι ' αυτον, και ταυτα εκαμον εις αυτον.16 ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
17 Εμαρτυρει λοιπον ο οχλος, ο ων μετ' αυτου οτε εφωναξε τον Λαζαρον εκ του μνημειου και ανεστησεν αυτον εκ νεκρων.17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18 Δια τουτο και υπηντησεν αυτον ο οχλος, διοτι ηκουσεν οτι εκαμε το θαυμα τουτο.18 διὰ τοῦτο [καὶ] ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
19 Οι Φαρισαιοι λοιπον ειπον προς αλληλους? Βλεπετε οτι δεν ωφελειτε ουδεν; ιδου, ο κοσμος οπισω αυτου υπηγεν.19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
20 Ησαν δε τινες Ελληνες μεταξυ των αναβαινοντων δια να προσκυνησωσιν εν τη εορτη.20 Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
21 Ουτοι λοιπον ηλθον προς τον Φιλιππον τον απο Βηθσαιδα της Γαλιλαιας, και παρεκαλουν αυτον, λεγοντες? Κυριε, θελομεν να ιδωμεν τον Ιησουν.21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
22 Ερχεται ο Φιλιππος και λεγει προς τον Ανδρεαν, και παλιν ο Ανδρεας και ο Φιλιππος λεγουσι προς τον Ιησουν.22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
23 Ο δε Ιησους απεκριθη προς αυτους λεγων? Ηλθεν η ωρα δια να δοξασθη ο Υιος του ανθρωπου.23 Ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24 Αληθως, αληθως σας λεγω, Εαν ο κοκκος του σιτου δεν πεση εις την γην και αποθανη, αυτος μονος μενει? εαν ομως αποθανη, πολυν καρπον φερει.24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
25 Οστις αγαπα την ψυχην αυτου, θελει απολεση αυτην, και οστις μισει την ψυχην αυτου εν τω κοσμω τουτω, εις ζωην αιωνιον θελει φυλαξει αυτην.25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
26 Εαν εμε υπηρετη τις, εμε ας ακολουθη, και οπου ειμαι εγω, εκει θελει εισθαι και ο υπηρετης ο εμος? και εαν τις εμε υπηρετη, θελει τιμησει αυτον ο Πατηρ.26 ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
27 Τωρα η ψυχη μου ειναι τεταραγμενη? και τι να ειπω; Πατερ, σωσον με εκ της ωρας ταυτης. Αλλα δια τουτο ηλθον εις την ωραν ταυτην.27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
28 Πατερ, δοξασον σου το ονομα. Ηλθε λοιπον φωνη εκ του ουρανου? Και εδοξασα και παλιν θελω δοξασει.28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
29 Ο οχλος λοιπον ο παρεστως και ακουσας ελεγεν οτι εγεινε βροντη? αλλοι ελεγον? Αγγελος ελαλησε προς αυτον.29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι, ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν.
30 Απεκριθη ο Ιησους και ειπεν? Η φωνη αυτη δεν εγεινε δι' εμε, αλλα δια σας.30 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς.
31 Τωρα ειναι κρισις του κοσμου τουτου, τωρα ο αρχων του κοσμου τουτου θελει εκβληθη εξω.31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
32 Και εγω εαν υψωθω εκ της γης, θελω ελκυσει παντας προς εμαυτον.32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
33 Τουτο δε ελεγε, δεικνυων με ποιον θανατον εμελλε να αποθανη.33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
34 Απεκριθη προς αυτον ο οχλος? ημεις ηκουσαμεν εκ του νομου Οτι ο Χριστος μενει εις τον αιωνα, και πως συ λεγεις Οτι πρεπει να υψωθη ο Υιος του ανθρωπου; τις ειναι ουτος ο Υιος του ανθρωπου;34 Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
35 Ειπε λοιπον προς αυτους ο Ιησους? Ετι ολιγον καιρον το φως ειναι μεθ' υμων? περιπατειτε ενοσω εχετε το φως, δια να μη σας καταφθαση το σκοτος? και οστις περιπατει εν τω σκοτει δεν εξευρει που υπαγει.35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
36 Ενοσω εχετε το φως, πιστευετε εις το φως, δια να γεινητε υιοι του φωτος. Ταυτα ελαλησεν ο Ιησους, και απελθων εκρυφθη απ' αυτων.36 ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν.
37 Αλλ' ενω εκαμε τοσα θαυματα εμπροσθεν αυτων, δεν επιστευον εις αυτον?37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
38 δια να πληρωθη ο λογος του προφητου Ησαιου, τον οποιον ειπε? Κυριε, τις επιστευσεν εις το κηρυγμα ημων; και ο βραχιων του Κυριου εις τινα απεκαλυφθη;38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν·
κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;
39 Δια τουτο δεν ηδυναντο να πιστευωσι διοτι παλιν ειπεν ο Ησαιας?39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας·
40 Ετυφλωσε τους οφθαλμους αυτων και εσκληρυνε την καρδιαν αυτων, δια να μη ιδωσι με τους οφθαλμους και νοησωσι με την καρδιαν και επιστρεψωσι, και ιατρευσω αυτους.40 τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς
καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν,
ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς
καὶ νοήσωσιν τῇ καρδίᾳ
καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς.
41 Ταυτα ειπεν ο Ησαιας, οτε ειδε την δοξαν αυτου και ελαλησε περι αυτου.41 ταῦτα εἶπεν Ἠσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.
42 Αλλ' ομως και εκ των αρχοντων πολλοι επιστευσαν εις αυτον, πλην δια τους Φαρισαιους δεν ωμολογουν, δια να μη γεινωσιν αποσυναγωγοι.42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
43 Διοτι ηγαπησαν την δοξαν των ανθρωπων μαλλον παρα την δοξαν του Θεου.43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
44 Ο δε Ιησους εκραξε και ειπεν? Ο πιστευων εις εμε δεν πιστευει εις εμε, αλλ' εις τον πεμψαντα με,44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ’ εἰς τὸν πέμψαντά με,
45 και ο θεωρων εμε θεωρει τον πεμψαντα με.45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
46 Εγω ηλθον φως εις τον κοσμον, δια να μη μεινη εν τω σκοτει πας ο πιστευων εις εμε.46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
47 Και εαν τις ακουση τους λογους μου και δεν πιστευση, εγω δεν κρινω αυτον? διοτι δεν ηλθον δια να κρινω τον κοσμον, αλλα δια να σωσω τον κοσμον.47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον.
48 Ο αθετων εμε και μη δεχομενος τους λογους μου, εχει τον κρινοντα αυτον? ο λογος, τον οποιον ελαλησα, εκεινος θελει κρινει αυτον εν τη εσχατη ημερα?48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
49 διοτι εγω απ' εμαυτου δεν ελαλησα, αλλ' ο πεμψας με Πατηρ αυτος μοι εδωκεν εντολην τι να ειπω και τι να λαλησω?49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.
50 και εξευρω οτι η εντολη αυτου ειναι ζωη αιωνιος. Οσα λοιπον λαλω εγω, καθως μοι ειπεν ο Πατηρ, ουτω λαλω.50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.