1 Αναβλεψας δε ειδε τους πλουσιους, τους βαλλοντας τα δωρα αυτων εις το γαζοφυλακιον? | 1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. |
2 ειδε δε και χηραν τινα πτωχην, βαλλουσαν εκει δυο λεπτα, | 2 εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο, |
3 και ειπεν? Αληθως σας λεγω οτι η πτωχη αυτη χηρα εβαλε περισσοτερον παντων? | 3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν· |
4 διοτι απαντες ουτοι εκ του περισσευματος αυτων εβαλον εις τα δωρα του Θεου, αυτη ομως εκ του υστερηματος αυτης εβαλεν ολην την περιουσιαν οσην ειχε. | 4 πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν. |
5 Και ενω τινες ελεγον περι του ιερου οτι ειναι εστολισμενον με λιθους ωραιους και αφιερωματα, ειπε? | 5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· |
6 Ταυτα, τα οποια θεωρειτε, θελουσιν ελθει ημεραι, εις τας οποιας δεν θελει αφεθη λιθος επι λιθον, οστις δεν θελει κατακρημνισθη. | 6 ταῦτα ἃ θεωρεῖτε ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται. |
7 Ηρωτησαν δε αυτον, λεγοντες? Διδασκαλε, ποτε λοιπον θελουσι γεινει ταυτα και τι το σημειον, οταν μελλωσι ταυτα να γεινωσιν; | 7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; |
8 Ο δε ειπε? Βλεπετε μη πλανηθητε? διοτι πολλοι θελουσιν ελθει εν τω ονοματι μου, λεγοντες οτι Εγω ειμαι και Ο καιρος επλησιασε. Μη υπαγητε λοιπον οπισω αυτων. | 8 ὁ δὲ εἶπεν· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι, καί· ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν. |
9 Οταν δε ακουσητε πολεμους και ακαταστασιας, μη φοβηθητε? διοτι πρεπει ταυτα να γεινωσι πρωτον, αλλα δεν ειναι ευθυς το τελος. | 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. |
10 Τοτε ελεγε προς αυτους? θελει εγερθη εθνος επι εθνος και βασιλεια επι βασιλειαν, | 10 Τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, |
11 και θελουσι γεινει κατα τοπους σεισμοι μεγαλοι και πειναι και λοιμοι, και θελουσιν εισθαι φοβητρα και σημεια μεγαλα απο του ουρανου. | 11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται. |
12 Προ δε τουτων παντων θελουσιν επιβαλει εφ' υμας τας χειρας αυτων, και θελουσι σας καταδιωξει, παραδιδοντες εις συναγωγας και φυλακας, φερομενους εμπροσθεν βασιλεων και ηγεμονων ενεκεν του ονοματος μου? | 12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· |
13 και τουτο θελει αποβη εις εσας προς μαρτυριαν. | 13 ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. |
14 Βαλετε λοιπον εις τας καρδιας σας να μη προμελετατε τι να απολογηθητε? | 14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· |
15 διοτι εγω θελω σας δωσει στομα και σοφιαν, εις την οποιαν δεν θελουσι δυνηθη να αντιλογησωσιν ουδε να αντισταθωσι παντες οι εναντιοι σας. | 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. |
16 Θελετε δε παραδοθη και υπο γονεων και αδελφων και συγγενων και φιλων, και θελουσι θανατωσει τινας εξ υμων, | 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, |
17 και θελετε εισθαι μισουμενοι υπο παντων δια το ονομα μου? | 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. |
18 πλην θριξ εκ της κεφαλης σας δεν θελει χαθη? | 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. |
19 δια της υπομονης σας αποκτησατε τας ψυχας σας. | 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. |
20 Οταν δε ιδητε την Ιερουσαλημ περικυκλουμενην υπο στρατοπεδων, τοτε γνωρισατε οτι επλησιασεν η ερημωσις αυτης. | 20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. |
21 Τοτε οι οντες εν τη Ιουδαια ας φευγωσιν εις τα ορη, και οι εν μεσω αυτης ας αναχωρωσιν εξω, και οι εν τοις αγροις ας μη εμβαινωσιν εις αυτην, | 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, |
22 διοτι ημεραι εκδικησεως ειναι αυται, δια να πληρωθωσι παντα τα γεγραμμενα. | 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. |
23 Ουαι δε εις τας εγκυμονουσας και τας θηλαζουσας εν εκειναις ταις ημεραις? διοτι θελει εισθαι μεγαλη στενοχωρια επι της γης και οργη κατα του λαου τουτου, | 23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, |
24 και θελουσι πεσει εν στοματι μαχαιρας και θελουσι φερθη αιχμαλωτοι εις παντα τα εθνη, και η Ιερουσαλημ θελει εισθαι πατουμενη υπο εθνων, εωσου εκπληρωθωσιν οι καιροι των εθνων. | 24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν. |
25 Και θελουσιν εισθαι σημεια εν τω ηλιω και τη σεληνη και τοις αστροις, και επι της γης στενοχωρια εθνων εν απορια, και θελει ηχει η θαλασσα και τα κυματα, | 25 Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου, |
26 οι ανθρωποι θελουσιν αποψυχει εκ του φοβου και προσδοκιας των επερχομενων δεινων εις την οικουμενην? διοτι αι δυναμεις των ουρανων θελουσι σαλευθη. | 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. |
27 Και τοτε θελουσιν ιδει τον Υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης. | 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. |
28 Οταν δε ταυτα αρχισωσι να γινωνται, ανακυψατε και σηκωσατε τας κεφαλας σας, διοτι πλησιαζει η απολυτρωσις σας. | 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. |
29 Και ειπε προς αυτους παραβολην? Ιδετε την συκην και παντα τα δενδρα. | 29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· |
30 Οταν ηδη ανοιξωσι, βλεποντες γνωριζετε αφ' εαυτων οτι ηδη το θερος ειναι πλησιον. | 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· |
31 Ουτω και σεις, οταν ιδητε ταυτα γινομενα, εξευρετε οτι ειναι πλησιον η βασιλεια του Θεου. | 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. |
32 Αληθως σας λεγω οτι δεν θελει παρελθει η γενεα αυτη, εωσου γεινωσι παντα ταυτα. | 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. |
33 Ο ουρανος και η γη θελουσι παρελθει, οι δε λογοι μου δεν θελουσι παρελθει. | 33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται. |
34 Προσεχετε δε εις εαυτους μηποτε βαρυνθωσιν αι καρδιαι σας απο κραιπαλης και μεθης και μεριμνων βιωτικων, και επελθη αιφνιδιος εφ' υμας η ημερα εκεινη? | 34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη |
35 διοτι ως παγις θελει επελθει επι παντας τους καθημενους επι προσωπον πασης της γης. | 35 ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. |
36 Αγρυπνειτε λοιπον δεομενοι εν παντι καιρω, δια να καταξιωθητε να εκφυγητε παντα ταυτα τα μελλοντα να γεινωσι και να σταθητε εμπροσθεν του Υιου του ανθρωπου. | 36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. |
37 Και τας μεν ημερας εδιδασκεν εν τω ιερω, τας δε νυκτας εξερχομενος διενυκτερευεν εις το ορος το ονομαζομενον Ελαιων? | 37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· |
38 και πας ο λαος απο του ορθρου συνηρχετο προς αυτον εν τω ιερω δια να ακουη αυτον. | 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ. |