Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Vangelo secondo Luca - Luke 1


font
GREEK BIBLELXX
1 Επειδη πολλοι επεχειρησαν να συνταξωσι διηγησιν περι των μετα πληροφοριας βεβαιωμενων εις ημας πραγματων,1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
2 καθως παρεδοσαν εις ημας οι απ' αρχης γενομενοι αυτοπται και υπηρεται του λογου,2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
3 εφανη και εις εμε ευλογον, οστις διηρευνησα παντα εξ αρχης ακριβως, να σοι γραψω κατα σειραν περι τουτων, κρατιστε Θεοφιλε,3 ἔδοξεν κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
4 δια να γνωρισης την βεβαιοτητα των πραγματων, περι των οποιων κατηχηθης.4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5 Υπηρξεν επι των ημερων Ηρωδου, του βασιλεως της Ιουδαιας, ιερευς τις το ονομα Ζαχαριας εκ της εφημεριας Αβια, και η γυνη αυτου ητο εκ των θυγατερων του Ααρων, και το ονομα αυτης Ελισαβετ.5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρὼν καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
6 Ησαν δε αμφοτεροι δικαιοι ενωπιον του Θεου, περιπατουντες εν πασαις ταις εντολαις και τοις δικαιωμασι του Κυριου αμεμπτοι.6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
7 Και δεν ειχον τεκνον, καθοτι η Ελισαβετ ητο στειρα, και αμφοτεροι ησαν προβεβηκοτες εις την ηλικιαν αυτων.7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
8 Ενω δε ιερατευεν αυτος εν τη ταξει της εφημεριας αυτου ενωπιον του Θεου,8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ,
9 κατα το εθος της ιερατειας επεσεν εις αυτον ο κληρος να θυμιαση εισελθων εις τον ναον του Κυριου?9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου,
10 και παν το πληθος του λαου προσηυχετο εξω εν τη ωρα του θυμιαματος.10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
11 Εφανη δε εις αυτον αγγελος Κυριου, ισταμενος εκ δεξιων του θυσιαστηριου του θυμιαματος?11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
12 και ο Ζαχαριας ιδων εταραχθη, και φοβος επεπεσεν επ' αυτον.12 καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν.
13 Ειπε δε προς αυτον ο αγγελος? Μη φοβου, Ζαχαρια? διοτι εισηκουσθη η δεησις σου, και η γυνη σου Ελισαβετ θελει γεννησει υιον εις σε, και θελεις καλεσει το ονομα αυτου Ιωαννην.13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος·
μὴ φοβοῦ, Ζαχαρία,
διότι εἰσηκούσθη ἡ δέησίς σου,
καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
14 και θελει εισθαι εις σε χαρα και αγαλλιασις, και πολλοι θελουσι χαρη δια την γεννησιν αυτου.14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις
καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.
15 Διοτι θελει εισθαι μεγας ενωπιον του Κυριου, και οινον και σικερα δεν θελει πιει, και θελει πληρωθη Πνευματος Αγιου ετι εκ κοιλιας της μητρος αυτου,15 ἔσται γὰρ μέγας ἐνώπιον [τοῦ] κυρίου,
καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ,
καὶ πνεύματος ἁγίου πλησθήσεται
ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
16 και πολλους των υιων Ισραηλ θελει επιστρεψει εις Κυριον τον Θεον αυτων.16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει
ἐπὶ κύριον τὸν θεὸν αὐτῶν.
17 Και αυτος θελει ελθει προ προσωπου αυτου εν πνευματι και δυναμει Ηλιου, δια να επιστρεψη τας καρδιας των πατερων εις τα τεκνα και τους απειθεις εις την φρονησιν των δικαιων, δια να ετοιμαση εις τον Κυριον λαον προδιατεθειμενον.17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ
ἐν πνεύματι καὶ δυνάμει Ἠλίου,
ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα
καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων,
ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
18 Και ειπεν ο Ζαχαριας προς τον αγγελον? Πως θελω γνωρισει τουτο; διοτι εγω ειμαι γερων, και η γυνη μου προβεβηκυια εις την ηλικιαν αυτης.18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
19 Και αποκριθεις ο αγγελος, ειπε προς αυτον? Εγω ειμαι Γαβριηλ ο παρισταμενος ενωπιον του Θεου, και απεσταλην δια να λαλησω προς σε και να σε ευαγγελισω ταυτα.19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·
20 Και ιδου, θελεις εισθαι σιωπων και μη δυναμενος να λαλησης εως της ημερας, καθ' ην θελουσι γεινει ταυτα, διοτι δεν επιστευσας εις τους λογους μου, οιτινες θελουσιν εκπληρωθη εις τον καιρον αυτων.20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
21 Και ο λαος περιεμενε τον Ζαχαριαν, και εθαυμαζον οτι εβραδυνεν εν τω ναω.21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.
22 Οτε δε εξηλθε, δεν ηδυνατο να λαληση προς αυτους? και ενοησαν οτι οπτασιαν ειδεν εν τω ναω? και αυτος εκαμνεν εις αυτους νευματα και διεμενε κωφος.22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός.
23 Και αφου ετελειωσαν αι ημεραι της λειτουργιας αυτου, απηλθεν εις τον οικον αυτου.23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 Μετα δε ταυτας τας ημερας συνελαβεν Ελισαβετ η γυνη αυτου, και εκρυπτεν εαυτην πεντε μηνας, λεγουσα24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα
25 οτι ουτως εκαμεν εις εμε ο Κυριος εν ταις ημεραις, καθ' ας επεβλεψε να αφαιρεση το ονειδος μου μεταξυ των ανθρωπων.25 ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.
26 Εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος Γαβριηλ υπο του Θεου εις πολιν της Γαλιλαιας ονομαζομενην Ναζαρετ,26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
27 προς παρθενον ηρραβωνισμενην με ανδρα ονομαζομενον Ιωσηφ, εξ οικου Δαβιδ, και το ονομα της παρθενου Μαριαμ.27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
28 Και εισελθων ο αγγελος προς αυτην, ειπε? Χαιρε, κεχαριτωμενη? ο Κυριος μετα σου? ευλογημενη συ εν γυναιξιν.28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.
29 Εκεινη δε ιδουσα διεταραχθη δια τον λογον αυτου, και διελογιζετο οποιος ταχα ητο ο ασπασμος ουτος.29 ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
30 Και ειπεν ο αγγελος προς αυτην? Μη φοβου, Μαριαμ? διοτι ευρες χαριν παρα τω Θεω.30 Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ·
μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ.
31 Και ιδου, θελεις συλλαβει εν γαστρι και θελεις γεννησει υιον και θελεις καλεσει το ονομα αυτου Ιησουν.31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
32 Ουτος θελει εισθαι μεγας και Υιος Υψιστου θελει ονομασθη, και θελει δωσει εις αυτον Κυριος ο Θεος τον θρονον Δαβιδ του πατρος αυτου,32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται
καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
33 και θελει βασιλευσει επι τον οικον του Ιακωβ εις τους αιωνας, και της βασιλειας αυτου δεν θελει εισθαι τελος.33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας
καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
34 Ειπε δε η Μαριαμ προς τον αγγελον. Πως θελει εισθαι τουτο, επειδη ανδρα δεν γνωριζω;34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
35 Και αποκριθεις ο αγγελος ειπε προς αυτην? Πνευμα Αγιον θελει επελθει επι σε, και δυναμις του Υψιστου θελει σε επισκιασει? δια τουτο και το γεννωμενον εκ σου αγιον θελει ονομασθη Υιος Θεου.35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ·
πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ
καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι·
διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.
36 και ιδου, Ελισαβετ η συγγενης σου και αυτη συνελαβεν υιον εις το γηρας αυτης, και ουτος ειναι μην εκτος εις αυτην την καλουμενην στειραν?36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
37 διοτι ουδεν πραγμα θελει εισθαι αδυνατον παρα τω Θεω.37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.
38 Ειπε δε η Μαριαμ? Ιδου, η δουλη του Κυριου? γενοιτο εις εμε κατα τον λογον σου. Και ανεχωρησεν απ' αυτης ο αγγελος.38 εἶπεν δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.
39 Σηκωθεισα δε η Μαριαμ εν ταις ημεραις ταυταις, υπηγε μετα σπουδης εις την ορεινην εις πολιν Ιουδα,39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
40 και εισηλθεν εις τον οικον Ζαχαριου και ησπασθη την Ελισαβετ.40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
41 Και ως ηκουσεν η Ελισαβετ τον ασπασμον της Μαριας, εσκιρτησε το βρεφος εν τη κοιλια αυτης? και επλησθη Πνευματος Αγιου η Ελισαβετ41 καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ,
42 και ανεφωνησε μετα φωνης μεγαλης και ειπεν? Ευλογημενη συ εν γυναιξι και ευλογημενος ο καρπος της κοιλιας σου.42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν·
εὐλογημένη σὺ ἐν γυναιξὶν
καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
43 Και ποθεν μοι τουτο, να ελθη η μητηρ του Κυριου μου προς με;43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
44 Διοτι ιδου, καθως ηλθεν η φωνη του ασπασμου σου εις τα ωτα μου, εσκιρτησεν εν αγαλλιασει το βρεφος εν τη κοιλια μου.44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
45 Και μακαρια η πιστευσασα, διοτι θελει γεινει εκπληρωσις των λαληθεντων προς αυτην παρα Κυριου.45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
46 Και ειπεν η Μαριαμ? Μεγαλυνει η ψυχη μου τον Κυριον46 Καὶ εἶπεν Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
47 και ηγαλλιασε το πνευμα μου εις τον Θεον τον Σωτηρα μου,47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
48 διοτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου. Επειδη ιδου, απο του νυν θελουσι με μακαριζει πασαι αι γενεαι?48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί,
49 διοτι εκαμεν εις εμε μεγαλεια ο δυνατος και αγιον το ονομα αυτου,49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός.
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 και το ελεος αυτου εις γενεας γενεων επι τους φοβουμενους αυτον.50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς
τοῖς φοβουμένοις αὐτόν.
51 Ενηργησε κραταιως δια του βραχιονος αυτου? διεσκορπισε τους υπερηφανους κατα τα διανοηματα της καρδιας αυτων.51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ,
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
52 Εκρημνισε δυναστας απο θρονων και υψωσε ταπεινους,52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων
καὶ ὕψωσεν ταπεινούς,
53 πεινωντας ενεπλησεν απο αγαθα και πλουτουντας εξαπεστειλε κενους.53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
54 Εβοηθησεν Ισραηλ τον δουλον αυτου, ενθυμηθεις το ελεος αυτου,54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
μνησθῆναι ἐλέους,
55 Καθως ελαλησε προς τους πατερας ημων, προς τον Αβρααμ και προς το σπερμα αυτου εις τον αιωνα.55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
56 Εμεινε δε η Μαριαμ μετ' αυτης ως τρεις μηνας και υπεστρεψεν εις τον οικον αυτης.56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 Εις δε την Ελισαβετ συνεπληρωθη ο καιρος του να γεννηση, και εγεννησεν υιον.57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν καὶ ἐγέννησεν υἱόν.
58 Και ηκουσαν οι γειτονες και οι συγγενεις αυτης οτι εμεγαλυνεν ο Κυριος το ελεος αυτου προς αυτην, και συνεχαιρον αυτην.58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς καὶ συνέχαιρον αὐτῇ.
59 Και εν τη ογδοη ημερα, ηλθον δια να περιτεμωσι το παιδιον, και ωνομαζον αυτο κατα το ονομα του πατρος αυτου Ζαχαριαν.59 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
60 Και αποκριθεισα η μητηρ αυτου, ειπεν? Ουχι, αλλ ' Ιωαννης θελει ονομασθη.60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
61 Και ειπον προς αυτην οτι ουδεις υπαρχει εν τη συγγενεια σου, οστις καλειται με το ονομα τουτο.61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
62 Ηρωτων δε δια νευματων τον πατερα αυτου τι ονομα ηθελε να δοθη εις αυτο.62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
63 Και ζητησας πινακιδιον εγραψε, λεγων? Ιωαννης ειναι το ονομα αυτου? και εθαυμασαν παντες.63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
64 Ηνοιχθη δε το στομα αυτου παραυτα και η γλωσσα αυτου, και ελαλει ευλογων τον Θεον.64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
65 Και επεσε φοβος επι παντας τους γειτονας αυτων, και καθ' ολην την ορεινην της Ιουδαιας διελαλουντο παντα τα πραγματα ταυτα,65 Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
66 και παντες οι ακουσαντες εβαλον αυτα εν τη καρδια αυτων, λεγοντες? Τι αρα θελει εισθαι το παιδιον τουτο; και χειρ Κυριου ητο μετ' αυτου.66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ’ αὐτοῦ.
67 Και Ζαχαριας ο πατηρ αυτου επλησθη Πνευματος Αγιου και προεφητευσε, λεγων?67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων·
68 Ευλογητος Κυριος ο Θεος του Ισραηλ, διοτι επεσκεφθη και εκαμε λυτρωσιν εις τον λαον αυτου,68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 και ανηγειρεν εις ημας κερας σωτηριας εν τω οικω Δαβιδ του δουλου αυτου,69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,
70 καθως ελαλησε δια στοματος των αγιων, των απ' αιωνος προφητων αυτου,70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηριαν εκ των εχθρων ημων και εκ της χειρος παντων των μισουντων ημας,71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
72 δια να εκπληρωση το ελεος αυτου προς τους πατερας ημων και να ενθυμηθη την αγιαν διαθηκην αυτου,72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 τον ορκον, τον οποιον ωμοσε προς Αβρααμ τον πατερα ημων, οτι θελει δωσει εις ημας73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
τοῦ δοῦναι ἡμῖν
74 να ελευθερωθωμεν εκ της χειρος των εχθρων ημων και να λατρευωμεν αυτον αφοβως74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας
λατρεύειν αὐτῷ
75 εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασας τας ημερας της ζωης ημων.75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
76 Και συ, παιδιον, προφητης του Υψιστου θελεις ονομασθη. Διοτι θελεις προπορευθη προ προσωπου του Κυριου εις το να ετοιμασης τας οδους αυτου,76 Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·
προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 εις το να δωσης γνωσιν σωτηριας εις τον λαον αυτου δια της αφεσεως των αμαρτιων αυτων77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
78 δια σπλαγχνα ελεους του Θεου ημων με τα οποια επεσκεφθη ημας ανατολη εξ υψους,78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν,
ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79 δια να φωτιση τους καθημενους εν σκοτει και σκια θανατου, ωστε να κατευθυνη τους ποδας ημων εις οδον ειρηνης.79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,
τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Το δε παιδιον ηυξανε και εδυναμουτο κατα το πνευμα, και ητο εν ταις ερημοις εως της ημερας καθ' ην εμελλε να αναδειχθη προς τον Ισραηλ.80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.