Scrutatio

Giovedi, 16 maggio 2024 - San Simone Stock ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 20


font
GREEK BIBLELXX
1 Διοτι η βασιλεια των ουρανων ειναι ομοια με ανθρωπον οικοδεσποτην, οστις εξηλθεν αμα τω πρωι δια να μισθωση εργατας δια τον αμπελωνα αυτου.1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2 Αφου δε συνεφωνησε μετα των εργατων προς εν δηναριον την ημεραν, απεστειλεν αυτους εις τον αμπελωνα αυτου.2 συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3 Και εξελθων περι την τριτην ωραν, ειδεν αλλους ισταμενους εν τη αγορα αργους,3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς
4 και προς εκεινους ειπεν? Υπαγετε και σεις εις τον αμπελωνα, και ο, τι ειναι δικαιον θελω σας δωσει. Και εκεινοι υπηγον.4 καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
5 Παλιν εξελθων περι την εκτην και ενατην ωραν, εκαμεν ωσαυτως.5 οἱ δὲ ἀπῆλθον. πάλιν [δὲ] ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
6 Περι δε την ενδεκατην ωραν εξελθων ευρεν αλλους ισταμενους αργους, και λεγει προς αυτους? Δια τι ιστασθε εδω ολην την ημεραν αργοι;6 περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
7 Λεγουσι προς αυτον? Διοτι ουδεις εμισθωσεν ημας. Λεγει προς αυτους? Υπαγετε και σεις εις τον αμπελωνα, και ο, τι ειναι δικαιον θελετε λαβει.7 λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.
8 Αφου δε εγεινεν εσπερα, λεγει ο κυριος του αμπελωνος προς τον επιτροπον αυτου? Καλεσον τους εργατας και αποδος εις αυτους τον μισθον, αρχισας απο των εσχατων εως των πρωτων.8 Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
9 Και ελθοντες οι περι την ενδεκατην ωραν μισθωθεντες, ελαβον ανα εν δηναριον.9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
10 Ελθοντες δε οι πρωτοι, ενομισαν οτι θελουσι λαβει πλειοτερα, ελαβον ομως και αυτοι ανα εν δηναριον.10 καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον [τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί.
11 Και λαβοντες εγογγυζον κατα του οικοδεσποτου,11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
12 λεγοντες οτι, Ουτοι οι εσχατοι μιαν ωραν εκαμον, και εκαμες αυτους ισους με ημας, οιτινες εβαστασαμεν το βαρος της ημερας και τον καυσωνα.12 λέγοντες· οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
13 Ο δε αποκριθεις ειπε προς ενα εξ αυτων? Φιλε, δεν σε αδικω? δεν συνεφωνησας εν δηναριον μετ' εμου;13 ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14 λαβε το σον και υπαγε? θελω δε να δωσω εις τουτον τον εσχατον ως και εις σε.14 ἆρον τὸ σὸν καὶ ὕπαγε. θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
15 Η δεν εχω την εξουσιαν να καμω ο, τι θελω εις τα εμα; η ο οφθαλμος σου ειναι πονηρος διοτι εγω ειμαι αγαθος;15 [ἢ] οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
16 Ουτω θελουσιν εισθαι οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι? διοτι πολλοι ειναι οι κεκλημενοι, ολιγοι δε οι εκλεκτοι.16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι.
17 Και αναβαινων ο Ιησους εις Ιεροσολυμα, παρελαβε τους δωδεκα μαθητας κατ' ιδιαν εν τη οδω και ειπε προς αυτους.17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [μαθητὰς] κατ’ ἰδίαν καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς·
18 Ιδου, αναβαινομεν εις Ιεροσολυμα, και ο Υιος του ανθρωπου θελει παραδοθη εις τους αρχιερεις και γραμματεις και θελουσι καταδικασει αυτον εις θανατον,18 ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ
19 και θελουσι παραδωσει αυτον εις τα εθνη δια να εμπαιξωσι και μαστιγωσωσι και σταυρωσωσι, και τη τριτη ημερα θελει αναστηθη.19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
20 Τοτε προσηλθε προς αυτον η μητηρ των υιων του Ζεβεδαιου μετα των υιων αυτης, προσκυνουσα και ζητουσα τι παρ' αυτου.20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ’ αὐτοῦ.
21 Ο δε ειπε προς αυτην? Τι θελεις; Λεγει προς αυτον? Ειπε να καθησωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων σου και εις εξ αριστερων εν τη βασιλεια σου.21 ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; λέγει αὐτῷ· εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
22 Αποκριθεις δε ο Ιησους ειπε? Δεν εξευρετε τι ζητειτε. Δυνασθε να πιητε το ποτηριον, το οποιον εγω μελλω να πιω, και να βαπτισθητε το βαπτισμα, το οποιον εγω βαπτιζομαι; Λεγουσι προς αυτον? Δυναμεθα.22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ· δυνάμεθα.
23 Και λεγει προς αυτους? το μεν ποτηριον μου θελετε πιει; και το βαπτισμα το οποιον εγω βαπτιζομαι θελετε βαπτισθη? το να καθησητε ομως εκ δεξιων μου και εξ αριστερων μου δεν ειναι εμου να δωσω, ειμη εις οσους ειναι ητοιμασμενον υπο του Πατρος μου.23 λέγει αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν [τοῦτο] δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24 Και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων.24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25 Ο δε Ιησους προσκαλεσας αυτους, ειπεν? Εξευρετε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτα και οι μεγαλοι κατεξουσιαζουσιν αυτα.25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26 Ουτως ομως δεν θελει εισθαι εν υμιν, αλλ' οστις θελει να γεινη μεγας εν υμιν, ας ηναι υπηρετης υμων,26 οὐχ οὕτως ἔσται ἐν ὑμῖν, ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
27 και οστις θελη να ηναι πρωτος εν υμιν, ας ηναι δουλος υμων?27 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος·
28 καθως ο Υιος του ανθρωπου δεν ηλθε δια να υπηρετηθη, αλλα δια να υπηρετηση και να δωση την ζωην αυτου λυτρον αντι πολλων.28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 Και ενω εξηρχοντο απο της Ιεριχω, ηκολουθησεν αυτον οχλος πολυς.29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
30 Και ιδου, δυο τυφλοι καθημενοι παρα την οδον, ακουσαντες οτι ο Ιησους διαβαινει, εκραξαν λεγοντες? Ελεησον ημας, Κυριε, υιε του Δαβιδ.30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, [κύριε,] υἱὸς Δαυίδ.
31 Ο δε οχλος επεπληξεν αυτους δια να σιωπησωσιν? αλλ' εκεινοι εκραζον δυνατωτερα, λεγοντες? Ελεησον ημας, Κυριε, υιε του Δαβιδ.31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δαυίδ.
32 Και σταθεις ο Ιησους, εκραξεν αυτους και ειπε? Τι θελετε να σας καμω;32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· τί θέλετε ποιήσω ὑμῖν;
33 Λεγουσι προς αυτον? Κυριε, να ανοιχθωσιν οι οφθαλμοι ημων.33 λέγουσιν αὐτῷ· κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
34 Και ο Ιησους σπλαγχνισθεις ηγγισε τους οφθαλμους αυτων? και ευθυς ανεβλεψαν αυτων οι οφθαλμοι, και ηκολουθησαν αυτον.34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.