1 Και προσκαλεσας τους δωδεκα μαθητας αυτου, εδωκεν εις αυτους εξουσιαν κατα πνευματων ακαθαρτων, ωστε να εκβαλλωσιν αυτα και να θεραπευωσι πασαν νοσον και πασαν ασθενειαν. | 1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. |
2 Τα δε ονοματα των δωδεκα αποστολων ειναι ταυτα? πρωτος Σιμων ο λεγομενος Πετρος και Ανδρεας ο αδελφος αυτου, Ιακωβος ο του Ζεβεδαιου και Ιωαννης ο αδελφος αυτου, | 2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, |
3 Φιλιππος και Βαρθολομαιος, Θωμας και Ματθαιος ο τελωνης, Ιακωβος ο του Αλφαιου και Λεββαιος ο επονομασθεις Θαδδαιος, | 3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος, |
4 Σιμων ο Κανανιτης και ο Ιουδας ο Ισκαριωτης, οστις και παρεδωκεν αυτον. | 4 Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. |
5 Τουτους τους δωδεκα απεστειλεν ο Ιησους και παρηγγειλεν εις αυτους, λεγων? Εις οδον εθνων μη υπαγητε, και εις πολιν Σαμαρειτων μη εισελθητε? | 5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· |
6 υπαγετε δε μαλλον προς τα προβατα τα απολωλοτα του οικου Ισραηλ. | 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. |
7 Και υπαγοντες κηρυττετε, λεγοντες οτι επλησιασεν η βασιλεια των ουρανων. | 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. |
8 Ασθενουντας θεραπευετε, λεπρους καθαριζετε, νεκρους εγειρετε, δαιμονια εκβαλλετε? δωρεαν ελαβετε, δωρεαν δοτε. | 8 ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. |
9 Μη εχετε χρυσον μηδε αργυρον μηδε χαλκον εις τας ζωνας σας, | 9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, |
10 μη σακκιον δια την οδον μηδε δυο χιτωνας μηδε υποδηματα μηδε ραβδον? διοτι ο εργατης ειναι αξιος της τροφης αυτου. | 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. |
11 Εις οποιαν δε πολιν η κωμην εισελθητε, εξετασατε τις ειναι αξιος εν αυτη, και εκει μεινατε εωσου εξελθητε. | 11 Εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. |
12 Εισερχομενοι δε εις την οικιαν χαιρετησατε αυτην. | 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· |
13 Και εαν μεν η οικια ηναι αξια, ας ελθη η ειρηνη σας επ' αυτην? αλλ' εαν δεν ηναι αξια, η ειρηνη σας ας επιστρεψη εις εσας. | 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν, ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. |
14 Και οστις δεν σας δεχθη μηδε ακουση τους λογους σας, εξερχομενοι της οικιας η της πολεως εκεινης εκτιναξατε τον κονιορτον των ποδων σας. | 14 καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. |
15 Αληθως σας λεγω, Ελαφροτερα θελει εισθαι η τιμωρια εν ημερα κρισεως εις την γην των Σοδομων και Γομορρων παρα εις την πολιν εκεινην. | 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. |
16 Ιδου, εγω σας αποστελλω ως προβατα εν μεσω λυκων? γινεσθε λοιπον φρονιμοι ως οι οφεις και απλοι ως αι περιστεραι. | 16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. |
17 Προσεχετε δε απο των ανθρωπων? διοτι θελουσι σας παραδωσει εις συνεδρια και εν ταις συναγωγαις αυτων θελουσι σας μαστιγωσει? | 17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· |
18 και ετι ενωπιον ηγεμονων και βασιλεων θελετε φερθη ενεκεν εμου προς μαρτυριαν εις αυτους και εις τα εθνη. | 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. |
19 Οταν δε σας παραδιδωσι, μη μεριμνησητε πως η τι θελετε λαλησει? διοτι θελει σας δοθη εν εκεινη τη ωρα τι πρεπει να λαλησητε. | 19 ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· |
20 Επειδη σεις δεν εισθε οι λαλουντες, αλλα το Πνευμα του Πατρος σας, το οποιον λαλει εν υμιν. | 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. |
21 Θελει δε παραδωσει αδελφος αδελφον εις θανατον και πατηρ τεκνον, και θελουσιν επαναστη τεκνα κατα γονεων και θελουσι θανατωσει αυτους? | 21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. |
22 και θελετε εισθαι μισουμενοι υπο παντων δια το ονομα μου? ο δε υπομεινας εως τελους, ουτος θελει σωθη. | 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. |
23 Οταν δε σας διωκωσιν εν τη πολει ταυτη, φευγετε εις την αλλην? διοτι αληθως σας λεγω, δεν θελετε τελειωσει τας πολεις του Ισραηλ, εωσου ελθη ο Υιος του ανθρωπου. | 23 Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. |
24 Δεν ειναι μαθητης ανωτερος του διδασκαλου ουδε δουλος ανωτερος του κυριου αυτου. | 24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. |
25 Αρκετον ειναι εις τον μαθητην να γεινη ως ο διδασκαλος αυτου, και ο δουλος ως ο κυριος αυτου. Εαν τον οικοδεσποτην ωνομασαν Βεελζεβουλ, ποσω μαλλον τους οικιακους αυτου; | 25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. |
26 Μη φοβηθητε λοιπον αυτους? διοτι δεν ειναι ουδεν κεκαλυμμενον, το οποιον δεν θελει ανακαλυφθη, και κρυπτον, το οποιον δεν θελει γνωσθη. | 26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. |
27 Ο, τι σας λεγω εν τω σκοτει, ειπατε εν τω φωτι, και ο, τι ακουετε εις το ωτιον, κηρυξατε επι των δωματων. | 27 ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε κηρύξατε ἐπὶ τῶν δωμάτων. |
28 Και μη φοβηθητε απο των αποκτεινοντων το σωμα, την δε ψυχην μη δυναμενων να αποκτεινωσι? φοβηθητε δε μαλλον τον δυναμενον και ψυχην και σωμα να απολεση εν τη γεεννη. | 28 Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. |
29 Δυο στρουθια δεν πωλουνται δι' εν ασσαριον; και εν εξ αυτων δεν θελει πεσει επι την γην ανευ του θεληματος του Πατρος σας. | 29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. |
30 Υμων δε και αι τριχες της κεφαλης ειναι πασαι ηριθμημεναι. | 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. |
31 Μη φοβηθητε λοιπον? πολλων στρουθιων διαφερετε σεις. | 31 μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. |
32 Πας λοιπον οστις με ομολογηση εμπροσθεν των ανθρωπων, θελω ομολογησει και εγω αυτον εμπροσθεν του Πατρος μου του εν ουρανοις. | 32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς· |
33 Οστις δε με αρνηθη εμπροσθεν των ανθρωπων, θελω αρνηθη αυτον και εγω εμπροσθεν του Πατρος μου του εν ουρανοις. | 33 ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς. |
34 Μη νομισητε οτι ηλθον να βαλω ειρηνην επι την γην? δεν ηλθον να βαλω ειρηνην, αλλα μαχαιραν. | 34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. |
35 Διοτι ηλθον να διαχωρισω ανθρωπον κατα του πατρος αυτου και θυγατερα κατα της μητρος αυτης και νυμφην κατα της πενθερας αυτης? | 35 ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, |
36 και εχθροι του ανθρωπου θελουσιν εισθαι οι οικιακοι αυτου. | 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. |
37 Οστις αγαπα πατερα η μητερα υπερ εμε, δεν ειναι αξιος εμου? και οστις αγαπα υιον η θυγατερα υπερ εμε, δεν ειναι αξιος εμου? | 37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· |
38 και οστις δεν λαμβανει τον σταυρον αυτου και ακολουθει οπισω μου, δεν ειναι αξιος εμου. | 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. |
39 Οστις ευρη την ζωην αυτου θελει απολεσει αυτην, και οστις απολεση την ζωην αυτου δι' εμε θελει ευρει αυτην. | 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. |
40 Οστις δεχεται εσας εμε δεχεται, και οστις δεχεται εμε δεχεται τον αποστειλαντα με. | 40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. |
41 Ο δεχομενος προφητην εις ονομα προφητου μισθον προφητου θελει λαβει, και ο δεχομενος δικαιον εις ονομα δικαιου, μισθον δικαιου θελει λαβει. | 41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται. |
42 Και οστις ποτιση ενα των μικρων τουτων ποτηριον μονον ψυχρου υδατος εις ονομα μαθητου, αληθως σας λεγω, δεν θελει χασει τον μισθον αυτου. | 42 καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. |