Scrutatio

Sabato, 18 maggio 2024 - San Giovanni I papa ( Letture di oggi)

Apocalisse - Revelation 5


font
LXXNEW JERUSALEM
1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγῖσιν ἑπτά.1 I saw that in the right hand of the One sitting on the throne there was a scrol that was written on backand front and was sealed with seven seals.
2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;2 Then I saw a powerful angel who cal ed with a loud voice, 'Who is worthy to open the scroll and breakits seals?'
3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.3 But there was no one, in heaven or on the earth or under the earth, who was able to open the scrol andread it.
4 καὶ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.4 I wept bitterly because nobody could be found to open the scrol and read it,
5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε, ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.5 but one of the elders said to me, 'Do not weep. Look, the Lion of the tribe of Judah, the Root of David,has triumphed, and so he wil open the scroll and its seven seals.'
6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτὰ οἵ εἰσιν τὰ [ἑπτὰ] πνεύματα τοῦ θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.6 Then I saw, in the middle of the throne with its four living creatures and the circle of the elders, a Lambstanding that seemed to have been sacrificed; it had seven horns, and it had seven eyes, which are the sevenSpirits that God has sent out over the whole world.
7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.7 The Lamb came forward to take the scrol from the right hand of the One sitting on the throne,
8 Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων,8 and when he took it, the four living creatures prostrated themselves before him and with them thetwenty-four elders; each one of them was holding a harp and had a golden bowl full of incense which are theprayers of the saints.
9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες·
ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,
ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους
9 They sang a new hymn: You are worthy to take the scrol and to break its seals, because you weresacrificed, and with your blood you bought people for God of every race, language, people and nation
10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς,
καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
10 and made them a line of kings and priests for God, to rule the world.
11 Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων11 In my vision, I heard the sound of an immense number of angels gathered round the throne and theliving creatures and the elders; there were ten thousand times ten thousand of them and thousands uponthousands,
12 λέγοντες φωνῇ μεγάλῃ·
ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν
τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν
καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
12 loudly chanting: Worthy is the Lamb that was sacrificed to receive power, riches, wisdom, strength,honour, glory and blessing.
13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης καὶ τὰ ἐν αὐτοῖς πάντα ἤκουσα λέγοντας·
τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ
ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος
13 Then I heard al the living things in creation -- everything that lives in heaven, and on earth, and underthe earth, and in the sea, crying: To the One seated on the throne and to the Lamb, be al praise, honour, gloryand power, for ever and ever.
14 καὶ τὰ τέσσαρα ζῷα ἔλεγον· ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.14 And the four living creatures said, 'Amen'; and the elders prostrated themselves to worship.