Lettera agli Ebrei - Hebrews 6
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | GREEK BIBLE |
---|---|
1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ θεόν, | 1 Δια τουτο αφησαντες την αρχικην διδασκαλιαν του Χριστου, ας φερωμεθα προς την τελειοτητα, χωρις να βαλλωμεν εκ νεου θεμελιον μετανοιας απο νεκρων εργων και πιστεως εις Θεον, |
2 βαπτισμῶν διδαχῆς ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου. | 2 της διδαχης των βαπτισμων και της επιθεσεως των χειρων, και της αναστασεως των νεκρων και της κρισεως της αιωνιου. |
3 καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. | 3 Και τουτο θελομεν καμει, εαν επιτρεπη ο Θεος. |
4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου | 4 Διοτι αδυνατον ειναι οι απαξ φωτισθεντες και γευθεντες της επουρανιου δωρεας και γενομενοι μετοχοι του Αγιου Πνευματος |
5 καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος | 5 και γευθεντες τον καλον λογον του Θεου και τας δυναμεις του μελλοντος αιωνος, |
6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. | 6 και επειτα παραπεσοντες, αδυνατον να ανακαινισθωσι παλιν εις μετανοιαν, ανασταυρουντες εις εαυτους τον Υιον του Θεου και καταισχυνοντες. |
7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· | 7 Διοτι γη, ητις πινει την πολλακις ερχομενην επ' αυτης βροχην και γεννα βοτανην ωφελιμον εις εκεινους, δια τους οποιους και γεωργειται, μεταλαμβανει ευλογιαν παρα Θεου? |
8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν. | 8 οταν ομως εκφυη ακανθας και τριβολους, ειναι αδοκιμος και πλησιον καταρας, της οποιας το τελος ειναι να καυθη. |
9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. | 9 Περι υμων δε, αν και λαλωμεν ουτως, αγαπητοι, ειμεθα πεπεισμενοι οτι εχετε τα καλητερα και συνεχομενα με την σωτηριαν. |
10 οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. | 10 Διοτι δεν ειναι αδικος ο Θεος, ωστε να λησμονηση το εργον σας και τον κοπον της αγαπης, την οποιαν εδειξατε εις το ονομα αυτου, υπηρετησαντες τους αγιους και υπηρετουντες. |
11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, | 11 Επιθυμουμεν δε να δεικνυη εκαστος υμων την αυτην σπουδην προς την πληροφοριαν της ελπιδος μεχρι τελους, |
12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. | 12 δια να μη γεινητε νωθροι, αλλα μιμηται των δια πιστεως και μακροθυμιας κληρονομουντων τας επαγγελιας. |
13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ’ ἑαυτοῦ | 13 Διοτι ο Θεος, διδων επαγγελιαν εις τον Αβρααμ, επειδη δεν ειχε να ομοση εις ουδενα μεγαλητερον, ωμοσεν εις εαυτον, |
14 λέγων· εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· | 14 λεγων? Βεβαιως ευλογων θελω σε ευλογησει και πληθυνων θελω σε πληθυνει? |
15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας. | 15 και ουτω προσμεινας με υπομονην, απηλαυσε την επαγγελιαν. |
16 ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· | 16 Διοτι οι μεν ανθρωποι ομνυουσιν εις τον μεγαλητερον, και ο ορκος ειναι εις αυτους τελος πασης αντιλογιας προς βεβαιωσιν. |
17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, | 17 Εις το οποιον ο Θεος, θελων να δειξη περισσοτερον προς τους κληρονομους της επαγγελιας το αμεταθετον της βουλης αυτου, μετεχειρισθη μεσον τον ορκον, |
18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι [τὸν] θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· | 18 ωστε δια δυο πραγματων αμεταθετων, εις τα οποια ειναι αδυνατον να ψευσθη ο Θεος, να εχωμεν ισχυραν παρηγοριαν οι καταφυγοντες εις το να κρατησωμεν την προκειμενην ελπιδα? |
19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, | 19 την οποιαν εχομεν ως αγκυραν της ψυχης ασφαλη τε και βεβαιαν και εισερχομενην εις το εσωτερικον του καταπετασματος, |
20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. | 20 οπου ο Ιησους εισηλθεν υπερ ημων προδρομος, γενομενος αρχιερευς εις τον αιωνα κατα την ταξιν Μελχισεδεκ. |