1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. | 1 But you are to speak the things that befit sound doctrine. |
2 Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· | 2 Old men should be sober, chaste, prudent, sound in faith, in love, in patience. |
3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, | 3 Old women, similarly, should be in holy attire, not false accusers, not given to much wine, teaching well, |
4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους | 4 so that they may teach prudence to the young women, so that they may love their husbands, love their children, |
5 σώφρονας ἁγνὰς οἰκουργοὺς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. | 5 be sensible, chaste, restrained, have concern for the household, be kind, be subordinate to their husbands: so that the Word of God may be not blasphemed. |
6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν | 6 Exhort young men similarly, so that they may show self-restraint. |
7 περὶ πάντα, σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα, | 7 In all things, present yourself as an example of good works: in doctrine, with integrity, with seriousness, |
8 λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον. | 8 with sound words, irreproachably, so that he who is an opponent may dread that he has nothing evil to say about us. |
9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, | 9 Exhort servants to be submissive to their masters, in all things pleasing, not contradicting, |
10 μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν. | 10 not cheating, but in all things showing good fidelity, so that they may adorn the doctrine of God our Savior in all things. |
11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις | 11 For the grace of God our Savior has appeared to all men, |
12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, | 12 instructing us to reject impiety and worldly desires, so that we may live soberly and justly and piously in this age, |
13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, | 13 looking forward to the blessed hope and the advent of the glory of the great God and of our Savior Jesus Christ. |
14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. | 14 He gave himself for our sake, so that he might redeem us from all iniquity, and might cleanse for himself an acceptable people, pursuers of good works. |
15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω. | 15 Speak and exhort and argue these things with all authority. Let no one despise you. |