Scrutatio

Lunedi, 20 maggio 2024 - San Bernardino da Siena ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 4


font
LXXGREEK BIBLE
1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν1 Δια τουτο, εχοντες την διακονιαν ταυτην, καθως ηλεηθημεν, δεν αποκαμνομεν,
2 ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.2 αλλ' απηρνηθημεν τα κρυπτα της αισχυνης, μη περιπατουντες εν πανουργια μηδε δολονοντες τον λογον του Θεου, αλλα με την φανερωσιν της αληθειας συνιστωντες εαυτους προς πασαν συνειδησιν ανθρωπων ενωπιον του Θεου.
3 εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,3 Εαν δε και ηναι το ευαγγελιον ημων κεκαλυμμενον, εις τους απολλυμενους ειναι κεκαλυμμενον,
4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.4 των οποιων απιστων οντων ο Θεος του κοσμου τουτου ετυφλωσε τον νουν, δια να μη επιλαμψη εις αυτους ο φωτισμος του ευαγγελιου της δοξης του Χριστου, οστις ειναι εικων του Θεου.
5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλ’ Ἰησοῦν Χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.5 Διοτι ημεις δεν κηρυττομεν εαυτους, αλλα τον Χριστον Ιησουν τον Κυριον, εαυτους δε δουλους υμων δια τον Ιησουν.
6 ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ [Ἰησοῦ] Χριστοῦ.6 Διοτι ο Θεος ο ειπων να λαμψη φως εκ του σκοτους, ειναι οστις ελαμψεν εν ταις καρδιαις ημων προς φωτισμον της γνωσεως της δοξης του Θεου δια του προσωπου του Ιησου Χριστου.
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν·7 Εχομεν δε τον θησαυρον τουτον εις οστρακινα σκευη, δια να ηναι η υπερβολη της δυναμεως του Θεου και ουχι εξ ημων,
8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι,8 κατα παντα θλιβομενοι αλλ' ουχι στενοχωρουμενοι, απορουμενοι αλλ' ουχι απελπιζομενοι,
9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι,9 διωκομενοι αλλ' ουχι εγκαταλειπομενοι, καταβαλλομενοι αλλ' ουχι απολλυμενοι,
10 πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.10 παντοτε την νεκρωσιν του Κυριου Ιησου περιφεροντες εν τω σωματι, δια να φανερωθη εν τω σωματι ημων και η ζωη του Ιησου.
11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.11 Διοτι ημεις οι ζωντες παραδιδομεθα παντοτε εις τον θανατον δια τον Ιησουν, δια να φανερωθη και η ζωη του Ιησου εν τη θνητη ημων σαρκι.
12 ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.12 Ωστε ο μεν θανατος ενεργειται εν ημιν, η δε ζωη εν υμιν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,13 Εχοντες δε το αυτο πνευμα της πιστεως κατα το γεγραμμενον, Επιστευσα, διο ελαλησα, και ημεις πιστευομεν, διο και λαλουμεν,
14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.14 εξευροντες οτι ο αναστησας τον Κυριον Ιησουν θελει αναστησει και ημας δια του Ιησου και παραστησει μεθ' υμων.
15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.15 Διοτι τα παντα ειναι δια σας, ωστε η χαρις, πλεονασασα δια την ευχαριστιαν των πλειοτερων, να περισσευση εις την δοξαν του Θεου.
16 Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.16 Δια τουτο δεν αποκαμνομεν, αλλ' εαν και ο εξωτερικος ημων ανθρωπος φθειρηται, ο εσωτερικος ομως ανανεουται καθ' εκαστην ημεραν.
17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,17 Διοτι η προσωρινη ελαφρα θλιψις ημων εργαζεται εις ημας καθ' υπερβολην εις υπερβολην αιωνιον βαρος δοξης,
18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.18 επειδη ημεις δεν ενατενιζομεν εις τα βλεπομενα, αλλ' εις τα μη βλεπομενα? διοτι τα βλεπομενα ειναι προσκαιρα, τα δε μη βλεπομενα αιωνια.