Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Lettera ai Romani - Romans 6


font
LXXGREEK BIBLE
1 Τί οὖν ἐροῦμεν; ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;1 Τι λοιπον θελομεν ειπει; θελομεν επιμενει εν τη αμαρτια, δια να περισσευση η χαρις;
2 μὴ γένοιτο. οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;2 Μη γενοιτο? ημεις, οιτινες απεθανομεν κατα την αμαρτιαν, πως θελομεν ζησει πλεον εν αυτη;
3 ἢ ἀγνοεῖτε ὅτι, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;3 Η αγνοειτε οτι οσοι εβαπτισθημεν εις Χριστον Ιησουν, εις τον θανατον αυτου εβαπτισθημεν;
4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.4 Συνεταφημεν λοιπον μετ' αυτου δια του βαπτισματος εις τον θανατον, ινα καθως ο Χριστος ανεστη εκ νεκρων δια της δοξης του Πατρος, ουτω και ημεις περιπατησωμεν εις νεαν ζωην.
5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·5 Διοτι εαν εγειναμεν συμφυτοι με αυτον κατα την ομοιοτητα του θανατου αυτου, θελομεν εισθαι και κατα την ομοιοτητα της αναστασεως,
6 τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·6 τουτο γινωσκοντες, οτι ο παλαιος ημων ανθρωπος συνεσταυρωθη, δια να καταργηθη το σωμα της αμαρτιας, ωστε να μη ημεθα πλεον δουλοι της αμαρτιας?
7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.7 διοτι ο αποθανων ηλευθερωθη απο της αμαρτιας.
8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ,8 Εαν δε απεθανομεν μετα του Χριστου, πιστευομεν οτι και θελομεν συζησει μετ' αυτου,
9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.9 γινωσκοντες οτι ο Χριστος αναστας εκ νεκρων δεν αποθνησκει πλεον, θανατος αυτον δεν κυριευει πλεον.
10 ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ.10 Διοτι καθ' ο απεθανεν, απεθανεν απαξ δια την αμαρτιαν, αλλα καθ' ο ζη, ζη εις τον Θεον.
11 οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς [εἶναι] νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ.11 Ουτω και σεις φρονειτε εαυτους οτι εισθε νεκροι μεν κατα την αμαρτιαν, ζωντες δε εις τον Θεον δια Ιησου Χριστου του Κυριου ημων.
12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ,12 Ας μη βασιλευη λοιπον η αμαρτια εν τω θνητω υμων σωματι, ωστε κατα τας επιθυμιας αυτου να υπακουητε εις αυτην,
13 μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ.13 μηδε παριστανετε τα μελη σας οπλα αδικιας εις την αμαρτιαν, αλλα παραστησατε εαυτους εις τον Θεον ως ζωντας εκ νεκρων, και τα μελη σας οπλα δικαιοσυνης εις τον Θεον.
14 ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.14 Διοτι η αμαρτια δεν θελει σας κυριευσει? επειδη δεν εισθε υπο νομον, αλλ' υπο χαριν.
15 Τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν; μὴ γένοιτο.15 Τι λοιπον; θελομεν αμαρτησει διοτι δεν ειμεθα υπο νομον, αλλ' υπο χαριν; μη γενοιτο.
16 οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;16 Δεν εξευρετε οτι εις οντινα παριστανετε εαυτους δουλους προς υπακοην, εισθε δουλοι εκεινου εις τον οποιον υπακουετε, η της αμαρτιας προς θανατον η της υπακοης προς δικαιοσυνην;
17 χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς,17 Χαρις ομως εις τον Θεον, διοτι υπηρχετε δουλοι της αμαρτιας, πλην υπηκουσατε εκ καρδιας εις τον τυπον της διδαχης, εις τον οποιον παρεδοθητε,
18 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ.18 ελευθερωθεντες δε απο της αμαρτιας, εδουλωθητε εις την δικαιοσυνην?
19 Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.19 ανθρωπινως λεγω δια την ασθενειαν της σαρκος σας. Διοτι καθως παρεστησατε τα μελη σας δουλα εις την ακαθαρσιαν και εις την ανομιαν προς την ανομιαν, ουτω τωρα παραστησατε τα μελη σας δουλα εις την δικαιοσυνην προς αγιασμον.
20 ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.20 Διοτι οτε υπηρχετε δουλοι της αμαρτιας, υπηρχετε ελευθεροι απο της δικαιοσυνης.
21 τίνα οὖν καρπὸν εἴχετε τότε; ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε, τὸ γὰρ τέλος ἐκείνων θάνατος.21 Τινα λοιπον καρπον ειχετε τοτε εξ εκεινων των εργων, δια τα οποια τωρα αισχυνεσθε; διοτι το τελος εκεινων ειναι θανατος.
22 νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.22 Αλλα τωρα ελευθερωθεντες απο της αμαρτιας και δουλωθεντες εις τον Θεον, εχετε τον καρπον σας εις αγιασμον, το δε τελος ζωην αιωνιον.
23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.23 Διοτι ο μισθος της αμαρτιας ειναι θανατος, το δε χαρισμα του Θεου ζωη αιωνιος δια Ιησου Χριστου του Κυριου ημων.