Scrutatio

Sabato, 18 maggio 2024 - San Giovanni I papa ( Letture di oggi)

Atti degli Apostoli - Acts 25


font
LXXGREEK BIBLE
1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας,1 Ο Φηστος λοιπον, αφου ηλθεν εις την επαρχιαν, μετα τρεις ημερας ανεβη εις Ιεροσολυμα απο της Καισαρειας.
2 ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου καὶ παρεκάλουν αὐτὸν2 Ενεφανισθησαν δε εις αυτον ο αρχιερευς και οι πρωτοι των Ιουδαιων κατα του Παυλου και παρεκαλουν αυτον,
3 αἰτούμενοι χάριν κατ’ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.3 ζητουντες χαριν κατ' αυτου, να μεταφερη αυτον εις Ιερουσαλημ, ενεδρευοντες να φονευσωσιν αυτον καθ' οδον.
4 ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·4 Ο δε Φηστος απεκριθη οτι ο Παυλος φυλαττεται εν Καισαρεια, και οτι αυτος ταχεως μελλει να αναχωρηση εκεισε.
5 οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.5 Οθεν οι δυνατοι μεταξυ σας, ειπεν, ας καταβωσι μετ' εμου, και εαν υπαρχη τι εν τω ανθρωπω τουτω, ας κατηγορησωσιν αυτον.
6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.6 Και αφου διετριψε μεταξυ αυτων υπερ τας δεκα ημερας, κατεβη εις Καισαρειαν, και τη επαυριον καθησας επι του βηματος, προσεταξε να φερθη ο Παυλος.
7 παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,7 Και αφου ηλθε, παρεσταθησαν οι καταβαντες απο Ιεροσολυμων Ιουδαιοι, επιφεροντες κατα του Παυλου πολλας και βαρειας κατηγοριας, τας οποιας δεν ηδυναντο να αποδειξωσιν?
8 τοῦ Παύλου ἀπολογουμένου ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.8 απολογουμενου εκεινου οτι ουτε εις τον νομον των Ιουδαιων ουτε εις το ιερον ουτε εις τον Καισαρα επραξα τι αμαρτημα.
9 Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ;9 Ο δε Φηστος, θελων να καμη χαριν εις τους Ιουδαιους, αποκριθεις προς τον Παυλον ειπε? Θελεις να αναβης εις Ιεροσολυμα και εκει να κριθης περι τουτων ενωπιον μου;
10 εἶπεν δὲ ὁ Παῦλος· ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.10 Και ο Παυλος ειπεν? Επι του βηματος του Καισαρος παρισταμαι, οπου πρεπει να κριθω. Δεν ηδικησα κατ' ουδεν τους Ιουδαιους, καθως και συ γνωριζεις καλλιστα?
11 εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.11 διοτι εαν αδικω και επραξα τι αξιον θανατου, δεν φευγω τον θανατον? αλλ' εαν δεν υπαρχη ουδεν εξ οσων ουτοι με κατηγορουσιν, ουδεις δυναται να με χαριση εις αυτους? τον Καισαρα επικαλουμαι.
12 τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.12 Τοτε ο Φηστος, συνομιλησας μετα του συμβουλιου, απεκριθη? Τον Καισαρα επικαλεισαι, προς τον Καισαρα θελεις υπαγει.
13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον.13 Και αφου παρηλθον ημεραι τινες, Αγριππας ο βασιλευς και η Βερνικη ηλθον εις Καισαρειαν δια να χαιρετησωσι τον Φηστον.
14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,14 Ενω δε διετριβον εκει ημερας πολλας, ο Φηστος ανεφερε προς τον βασιλεα τα περι του Παυλου, λεγων? Ειναι τις ανθρωπος αφημενος εδω δεσμιος υπο του Φηλικος,
15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ’ αὐτοῦ καταδίκην.15 περι του οποιου, οτε υπηγα εις Ιεροσολυμα, οι αρχιερεις και οι πρεσβυτεροι των Ιουδαιων ενεφανισθησαν εις εμε, ζητουντες καταδικην εναντιον αυτου?
16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.16 προς τους οποιους απεκριθην οτι δεν ειναι συνηθεια εις τους Ρωμαιους να παραδιδωσι κατα χαριν ουδενα ανθρωπον εις θανατον, πριν ο κατηγορουμενος εχη τους κατηγορους κατα προσωπον και λαβη καιρον απολογιας περι του εγκληματος.
17 συνελθόντων οὖν [αὐτῶν] ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·17 Αφου λοιπον αυτοι συνηλθον εδω, χωρις να καμω μηδεμιαν αναβολην την ακολουθον ημεραν καθησας επι του βηματος, προσεταξα να φερθη ο ανθρωπος?
18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν,18 περι του οποιου οι κατηγοροι παρασταθεντες δεν επεφεραν ουδεμιαν κατηγοριαν εξ οσων εγω υπενοουν,
19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.19 αλλ' ειχον κατ' αυτου ζητηματα τινα περι της ιδιας αυτων δεισιδαιμονιας και περι τινος Ιησου αποθανοντος, τον οποιον ο Παυλος ελεγεν οτι ζη.
20 ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.20 Απορων δε εγω εις την περι τουτου ζητησιν, ελεγον αν θελη να υπαγη εις Ιερουσαλημ και εκει να κριθη περι τουτων.
21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.21 Αλλ' επειδη ο Παυλος επεκαλεσθη να φυλαχθη εις την κρισιν του Σεβαστου, προσεταξα να φυλαττηται, εωσου πεμψω αυτον προς τον Καισαρα.
22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον· ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.22 Ο δε Αγριππας ειπε προς τον Φηστον? Ηθελον και εγω να ακουσω τον ανθρωπον. Και εκεινος? Αυριον, ειπε, θελεις ακουσει αυτον.
23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.23 Την επαυριον λοιπον, οτε ηλθεν ο Αγριππας και η Βερνικη μετα μεγαλης πομπης και εισηλθον εις το ακροατηριον μετα των χιλιαρχων και των εξοχων ανδρων της πολεως, προσεταξεν ο Φηστος, και εφερθη ο Παυλος.
24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.24 Τοτε λεγει ο Φηστος? Αγριππα βασιλευ και παντες οι συμπαρευρισκομενοι μεθ' ημων, θεωρειτε τουτον, περι του οποιου ολον το πληθος των Ιουδαιων με ωμιλησαν και εν Ιεροσολυμοις και εδω, καταβοωντες οτι αυτος δεν πρεπει πλεον να ζη.
25 ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν.25 Εγω δε επειδη ευρον οτι δεν επραξεν ουδεν αξιον θανατου, και αυτος ουτος επεκαλεσθη τον Σεβαστον, απεφασισα να πεμψω αυτον.
26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω, διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω·26 Περι του οποιου δεν εχω ουδεν βεβαιον να γραψω προς τον κυριον μου? οθεν εφερα αυτον ενωπιον σας, και μαλιστα ενωπιον σου, βασιλευ Αγριππα, δια να εχω τι να γραψω, αφου γεινη η ανακρισις.
27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι.27 Διοτι μοι φαινεται αλογον, πεμπων δεσμιον, να μη φανερωσω και τα κατ' αυτου εγκληματα.