Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Atti degli Apostoli - Acts 14


font
LXXGREEK BIBLE
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.1 Εν δε τω Ικονιω εισελθοντες ομου εις την συναγωγην των Ιουδαιων, ελαλησαν ουτως ωστε επιστευσε πολυ πληθος Ιουδαιων τε και Ελληνων.
2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.2 Οσοι δε Ιουδαιοι δεν επειθοντο παρωξυναν και διεστρεψαν τας ψυχας των εθνικων κατα των αδελφων.
3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι [ἐπὶ] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.3 Ικανον λοιπον καιρον διετριψαν λαλουντες μετα παρρησιας περι του Κυριου, οστις εμαρτυρει εις τον λογον της χαριτος αυτου, και εδιδε να γινωνται σημεια και τερατα δια των χειρων αυτων.
4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.4 Εσχισθη δε το πληθος της πολεως, και οι μεν ησαν μετα των Ιουδαιων, οι δε μετα των αποστολων.
5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,5 Και οτε ωρμησαν οι εθνικοι και οι Ιουδαιοι μετα των αρχοντων αυτων εις το να υβρισωσι και να λιθοβολησωσιν αυτους,
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,6 εννοησαντες κατεφυγον εις τας πολεις της Λυκαονιας Λυστραν και Δερβην και τα περιχωρα,
7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.7 και εκει εκηρυττον το ευαγγελιον.
8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν.8 Εν δε τοις Λυστροις εκαθητο ανηρ τις αδυνατος τους ποδας, χωλος υπαρχων εκ κοιλιας μητρος αυτου, οστις ποτε δεν ειχε περιπατησει.
9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,9 Ουτος ηκουε τον Παυλον λαλουντα? οστις ατενισας εις αυτον και ιδων οτι εχει πιστιν δια να σωθη,
10 εἶπεν μεγάλῃ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.10 ειπε μετα μεγαλης φωνης? Σηκωθητι επι τους ποδας σου ορθος. Και επηδα και περιεπατει.
11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς,11 Οι δε οχλοι, ιδοντες τουτο το οποιον εκαμεν ο Παυλος, υψωσαν την φωνην αυτων, λεγοντες Λυκαονιστι? Οι θεοι ομοιωθεντες με ανθρωπους κατεβησαν προς ημας.
12 ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.12 Και ωνομαζον τον μεν Βαρναβαν Δια, τον δε Παυλον Ερμην, επειδη αυτος ητο ο αρχηγος του λογου.
13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.13 Και ο ιερευς του Διος, του οντος εμπροσθεν της πολεως αυτων, εφερε ταυρους και στεμματα εις τας πυλας μετα του οχλου και ηθελε να προσφερη θυσιαν.
14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες14 Ακουσαντες δε οι αποστολοι Βαρναβας και Παυλος, διεσχισαν τα ιματια αυτων και επηδησαν εις το μεσον του οχλου, κραζοντες
15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·15 και λεγοντες? Ανδρες, τι καμνετε ταυτα; και ημεις ειμεθα ανθρωποι ομοιοπαθεις με σας, κηρυττοντες προς εσας να επιστρεψητε απο τουτων των ματαιων προς τον Θεον τον ζωντα, οστις εκαμε τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις?
16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·16 οστις εν ταις παρελθουσαις γενεαις αφηκε παντα τα εθνη να περιπατωσιν εν ταις οδοις αυτων.
17 καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.17 καιτοι δεν αφηκεν αμαρτυρητον εαυτον αγαθαποιων, διδων εις ημας ουρανοθεν βροχας και καιρους καρποφορους, γεμιζων τροφης και ευφροσυνης τας καρδιας ημων.
18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.18 Και ταυτα λεγοντες μολις εμποδισαν τους οχλους, ωστε να μη προσφερωσι θυσιαν εις αυτους.
19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζοντες αὐτὸν τεθνηκέναι.19 Εν τουτω δε ηλθον Ιουδαιοι εξ Αντιοχειας και Ικονιου, και πεισαντες τους οχλους και λιθοβολησαντες τον Παυλον, εσυραν εξω της πολεως, νομισαντες οτι απεθανεν.
20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.20 Οτε δε περιεκυκλωσαν αυτον οι μαθηται, σηκωθεις εισηλθεν εις την πολιν και τη επαυριον εξηλθε μετα του Βαρναβα εις Δερβην.
21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν21 Και αφου εκηρυξαν το ευαγγελιον εν τη πολει εκεινη και εμαθητευσαν ικανους, υπεστρεψαν εις την Λυστραν και Ικονιον και Αντιοχειαν,
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.22 επιστηριζοντες τας ψυχας των μαθητων, προτρεποντες να εμμενωσιν εις την πιστιν, και διδασκοντες οτι δια πολλων θλιψεων πρεπει να εισελθωμεν εις την βασιλειαν του Θεου.
23 χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.23 Και αφου εχειροτονησαν εις αυτους πρεσβυτερους κατα πασαν εκκλησιαν, προσευχηθεντες με νηστειας, αφιερωσαν αυτους εις τον Κυριον, εις τον οποιον ειχον πιστευσει.
24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν24 Και διελθοντες την Πισιδιαν ηλθον εις Παμφυλιαν,
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν25 και κηρυξαντες τον λογον εν Περγη, κατεβησαν εις Ατταλειαν,
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.26 και εκειθεν απεπλευσαν εις Αντιοχειαν, οθεν ησαν παραδεδομενοι εις την χαριν του Θεου δια το εργον, το οποιον εξετελεσαν.
27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.27 Ελθοντες δε και συναξαντες την εκκλησιαν, ανηγγειλαν οσα εκαμεν ο Θεος δι' αυτων, και οτι ηνοιξεν εις τα εθνη θυραν πιστεως.
28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.28 Και διετριβον εκει ουκ ολιγον καιρον μετα των μαθητων.