1 Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. | 1 Και περιεπατει ο Ιησους μετα ταυτα εν τη Γαλιλαια? διοτι δεν ηθελε να περιπατη εν τη Ιουδαια, επειδη οι Ιουδαιοι εζητουν να θανατωσωσιν αυτον. |
2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. | 2 Επλησιαζε δε η εορτη των Ιουδαιων, η σκηνοπηγια. |
3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς· | 3 Ειπον λοιπον προς αυτον οι αδελφοι αυτου? Μεταβηθι εντευθεν και υπαγε εις την Ιουδαιαν, δια να ιδωσι και οι μαθηται σου τα εργα σου, τα οποια καμνεις? |
4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. | 4 διοτι ουδεις πραττει τι κρυφιως και ζητει αυτος να ηναι φανερος. Εαν πραττης ταυτα, φανερωσον σεαυτον εις τον κοσμον. |
5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. | 5 Διοτι ουδε οι αδελφοι αυτου επιστευον εις αυτον. |
6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. | 6 Λεγει λοιπον προς αυτους ο Ιησους? Ο καιρος ο ιδικος μου δεν ηλθεν ετι, ο δε καιρος ο ιδικος σας ειναι παντοτε ετοιμος. |
7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. | 7 Δεν δυναται ο κοσμος να μιση εσας? εμε ομως μισει, διοτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου ειναι πονηρα. |
8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. | 8 Σεις αναβητε εις την εορτην ταυτην? εγω δεν αναβαινω ετι εις την εορτην ταυτην, διοτι ο καιρος μου δεν επληρωθη ετι. |
9 ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. | 9 Και αφου ειπε ταυτα προς αυτους, εμεινεν εν τη Γαλιλαια. |
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλ’ [ὡς] ἐν κρυπτῷ. | 10 Αφου δε ανεβησαν οι αδελφοι αυτου, τοτε και αυτος ανεβη εις την εορτην, ουχι φανερως αλλα κρυφιως πως. |
11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος; | 11 Οι Ιουδαιοι λοιπον εζητουν αυτον εν τη εορτη και ελεγον? Που ειναι εκεινος; |
12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον· οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. | 12 Και ητο πολυς γογγυσμος περι αυτου μεταξυ των οχλων. Αλλοι μεν ελεγον οτι ειναι καλος? αλλοι δε ελεγον, Ουχι, αλλα πλανα τον οχλον. |
13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. | 13 Ουδεις ομως ελαλει παρρησια περι αυτου δια τον φοβον των Ιουδαιων. |
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. | 14 Και ενω η εορτη ητο ηδη περι τα μεσα, ανεβη ο Ιησους εις το ιερον και εδιδασκε. |
15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; | 15 Και εθαυμαζον οι Ιουδαιοι, λεγοντες? Πως ουτος εξευρει γραμματα, ενω δεν εμαθεν; |
16 ἀπεκρίθη οὖν αὐτοῖς [ὁ] Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· | 16 Απεκριθη προς αυτους ο Ιησους και ειπεν? Η ιδικη μου διδαχη δεν ειναι εμου, αλλα του πεμψαντος με. |
17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. | 17 Εαν τις θελη να καμη το θελημα αυτου, θελει γνωρισει περι της διδαχης, αν ηναι εκ του Θεου η αν εγω λαλω απ' εμαυτου. |
18 ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. | 18 Οστις λαλει αφ' εαυτου, ζητει την δοξαν την ιδικην αυτου, οστις ομως ζητει την δοξαν του πεμψαντος αυτον, ουτος ειναι αληθης, και αδικια εν αυτω δεν υπαρχει. |
19 Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; | 19 Ο Μωυσης δεν σας εδωκε τον νομον; και ουδεις απο σας εκπληροι τον νομον. Δια τι ζητειτε να μη θανατωσητε; |
20 ἀπεκρίθη ὁ ὄχλος· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; | 20 Απεκριθη ο οχλος και ειπε? Δαιμονιον εχεις? τις ζητει να σε θανατωση; |
21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. | 21 Απεκριθη ο Ιησους και ειπε προς αυτους? Εν εργον εκαμον, και παντες θαυμαζετε. |
22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν – οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων – καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. | 22 Δια τουτο ο Μωυσης σας εδωκε την περιτομην, ουχι οτι ειναι εκ του Μωυσεως, αλλ' εκ των πατερων, και εν σαββατω περιτεμνετε ανθρωπον. |
23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; | 23 Εαν λαμβανη ανθρωπος περιτομην εν σαββατω, δια να μη λυθη ο νομος του Μωυσεως, οργιζεσθε κατ' εμου διοτι εκαμον ολοκληρον ανθρωπον υγιη εν σαββατω; |
24 μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. | 24 Μη κρινετε κατ' οψιν, αλλα την δικαιαν κρισιν κρινατε. |
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; | 25 Ελεγον λοιπον τινες εκ των Ιεροσολυμιτων? Δεν ειναι ουτος, τον οποιον ζητουσι να θανατωσωσι; |
26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; | 26 Και ιδου, παρρησια λαλει, και δεν λεγουσι προς αυτον ουδεν. Μηπως τωοντι εγνωρισαν οι αρχοντες οτι ουτος ειναι αληθως ο Χριστος; |
27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. | 27 Αλλα τουτον εξευρομεν ποθεν ειναι? ο δε Χριστος οταν ερχεται, ουδεις γινωσκει ποθεν ειναι. |
28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· | 28 Εφωναξε λοιπον ο Ιησους, διδασκων εν τω ιερω, και ειπε? Και εμε εξευρετε και ποθεν ειμαι εξευρετε? και απ' εμαυτου δεν ηλθον, αλλ' ειναι αληθινος ο πεμψας με, τον οποιον σεις δεν εξευρετε? |
29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. | 29 εγω ομως εξευρω αυτον, διοτι παρ' αυτου ειμαι και εκεινος με απεστειλεν. |
30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. | 30 Εζητουν λοιπον να πιασωσιν αυτον, και ουδεις επεβαλεν επ' αυτον την χειρα, διοτι δεν ειχεν ελθει ετι η ωρα αυτου. |
31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον· ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν; | 31 Πολλοι δε εκ του οχλου επιστευσαν εις αυτον και ελεγον οτι ο Χριστος οταν ελθη, μηπως θελει καμει θαυματα πλειοτερα τουτων, τα οποια ουτος εκαμεν; |
32 ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. | 32 Ηκουσαν οι Φαρισαιοι τον οχλον οτι εγογγυζε ταυτα περι αυτου, και απεστειλαν οι Φαρισαιοι και οι αρχιερεις υπηρετας δια να πιασωσιν αυτον. |
33 Εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. | 33 Ειπε λοιπον προς αυτους ο Ιησους? Ετι ολιγον καιρον ειμαι μεθ' υμων, και υπαγω προς τον πεμψαντα με. |
34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. | 34 Θελετε με ζητησει και δεν θελετε με ευρει? και οπου ειμαι εγω, σεις δεν δυνασθε να ελθητε. |
35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; | 35 Ειπον λοιπον οι Ιουδαιοι προς αλληλους? Που μελλει ουτος να υπαγη, ωστε ημεις δεν θελομεν ευρει αυτον; Μηπως μελλει να υπαγη εις τους διεσπαρμενους μεταξυ των Ελληνων και να διδασκη τους Ελληνας; |
36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν· ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; | 36 Τις ειναι ουτος ο λογος τον οποιον ειπε, Θελετε με ζητησει και δεν θελετε με ευρει, και ειπον ειμαι εγω, σεις δεν δυνασθε να ελθητε; |
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων· ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. | 37 Κατα δε την τελευταιαν ημεραν την μεγαλην της εορτης ιστατο ο Ιησους και εκραξε λεγων? Εαν τις διψα, ας ερχηται προς εμε και ας πινη. |
38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. | 38 Οστις πιστευει εις εμε, καθως ειπεν η γραφη, ποταμοι υδατος ζωντος θελουσι ρευσει εκ της κοιλιας αυτου. |
39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. | 39 Τουτο δε ειπε περι του Πνευματος, το οποιον εμελλον να λαμβανωσιν οι πιστευοντες εις αυτον? διοτι δεν ητο ετι δεδομενον Πνευμα Αγιον, επειδη ο Ιησους ετι δεν εδοξασθη. |
40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· | 40 Πολλοι λοιπον εκ του οχλου ακουσαντες τον λογον, ελεγον? Ουτος ειναι αληθως ο προφητης. |
41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ χριστός, οἱ δὲ ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; | 41 Αλλοι ελεγον? Ουτος ειναι ο Χριστος. Αλλοι δε ελεγον? Μη γαρ εκ της Γαλιλαιας ερχεται ο Χριστος; |
42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ ἔρχεται ὁ χριστός; | 42 Δεν ειπεν η γραφη οτι εκ του σπερματος του Δαβιδ και απο της κωμης Βηθλεεμ, οπου ητο ο Δαβιδ, ερχεται ο Χριστος; |
43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν· | 43 Σχισμα λοιπον εγεινε μεταξυ του οχλου δι' αυτον. |
44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. | 44 Τινες δε εξ αυτων ηθελον να πιασωσιν αυτον, αλλ' ουδεις επεβαλεν επ' αυτον τας χειρας. |
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διὰ τί οὐκ ἠγάγετε αὐτόν; | 45 Ηλθον λοιπον οι υπηρεται προς τους αρχιερεις και Φαρισαιους, και εκεινοι ειπον προς αυτους? Δια τι δεν εφερετε αυτον; |
46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. | 46 Απεκριθησαν οι υπηρεται? Ουδεποτε ελαλησεν ανθρωπος ουτω, καθως ουτος ο ανθρωπος. |
47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; | 47 Απεκριθησαν λοιπον προς αυτους οι Φαρισαιοι? Μηπως και σεις επλανηθητε; |
48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; | 48 Μηπως τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των Φαρισαιων; |
49 ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. | 49 Αλλ' ο οχλος ουτος, οστις δεν γνωριζει τον νομον, ειναι επικαταρατοι. |
50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν [τὸ] πρότερον, εἷς ὢν ἐξ αὐτῶν· | 50 Λεγει ο Νικοδημος προς αυτους, ο ελθων προς αυτον δια νυκτος, εις ων εξ αυτων. |
51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; | 51 Μηπως ο νομος ημων κρινει τον ανθρωπον, εαν δεν ακουση παρ' αυτου προτερον και μαθη τι πραττει; |
52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται. | 52 Απεκριθησαν και ειπον προς αυτον? Μηπως και συ εκ της Γαλιλαιας εισαι; ερευνησον και ιδε οτι προφητης εκ της Γαλιλαιας δεν ηγερθη. |
| 53 Και υπηγεν εκαστος εις τον οικον αυτου. |