1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεὸν καὶ εἰς ἐμὲ πιστεύετε. | 1 Ας μη ταραττηται η καρδια σας? πιστευετε εις τον Θεον, και εις εμε πιστευετε. |
2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν; | 2 Εν τη οικια του Πατρος μου ειναι πολλα οικηματα? ει δε μη, ηθελον σας ειπει? υπαγω να σας ετοιμασω τοπον? |
3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. | 3 και αφου υπαγω και σας ετοιμασω τοπον, παλιν ερχομαι και θελω σας παραλαβει προς εμαυτον, δια να εισθε και σεις, οπου ειμαι εγω. |
4 καὶ ὅπου [ἐγὼ] ὑπάγω οἴδατε τὴν ὁδόν. | 4 Και οπου εγω υπαγω εξευρετε, και την οδον εξευρετε. |
5 Λέγει αὐτῷ Θωμᾶς· κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; | 5 Λεγει προς αυτον ο Θωμας? Κυριε, δεν εξευρομεν που υπαγεις? και πως δυναμεθα να εξευρωμεν την οδον; |
6 λέγει αὐτῷ [ὁ] Ἰησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. | 6 Λεγει προς αυτον ο Ιησους? Εγω ειμαι η οδος και η αληθεια και η ζωη? ουδεις ερχεται προς τον Πατερα, ειμη δι' εμου. |
7 εἰ ἐγνώκατέ με, καὶ τὸν πατέρα μου γνώσεσθε. καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. | 7 Εαν εγνωριζετε εμε, και τον Πατερα μου ηθελετε γνωρισει. Και απο του νυν γνωριζετε αυτον και ειδετε αυτον. |
8 Λέγει αὐτῷ Φίλιππος· κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. | 8 Λεγει προς αυτον ο Φιλιππος? Κυριε, δειξον εις ημας τον Πατερα και αρκει εις ημας. |
9 λέγει αὐτῷ ὁ Ἰησοῦς· τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις· δεῖξον ἡμῖν τὸν πατέρα; | 9 Λεγει προς αυτον ο Ιησους? Τοσον καιρον ειμαι μεθ' υμων, και δεν με εγνωρισας, Φιλιππε; οστις ειδεν εμε ειδε τον Πατερα? και πως συ λεγεις, Δειξον εις ημας τον Πατερα; |
10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ. | 10 Δεν πιστευεις οτι εγω ειμαι εν τω Πατρι και ο Πατηρ ειναι εν εμοι; τους λογους, τους οποιους εγω λαλω προς υμας, απ' εμαυτου δεν λαλω? αλλ' ο Πατηρ ο μενων εν εμοι αυτος εκτελει τα εργα. |
11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε. | 11 Πιστευετε μοι οτι εγω ειμαι εν τω Πατρι και ο Πατηρ ειναι εν εμοι? ει δε μη, δια τα εργα αυτα πιστευετε μοι. |
12 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι· | 12 Αληθως, αληθως σας λεγω, οστις πιστευει εις εμε, τα εργα τα οποια καμνω και εκεινος θελει καμει, και μεγαλητερα τουτων θελει καμει, διοτι εγω υπαγω προς τον Πατερα μου, |
13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. | 13 και ο, τι αν ζητησητε εν τω ονοματι μου, θελω καμει τουτο, δια να δοξασθη ο Πατηρ εν τω Υιω. |
14 ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω. | 14 Εαν ζητησητε τι εν τω ονοματι μου, εγω θελω καμει αυτο. |
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· | 15 Εαν με αγαπατε, τας εντολας μου φυλαξατε. |
16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα ᾖ, | 16 Και εγω θελω παρακαλεσει τον Πατερα, και θελει σας δωσει αλλον Παρακλητον, δια να μενη μεθ' υμων εις τον αιωνα, |
17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει· ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. | 17 το Πνευμα της αληθειας, το οποιον ο κοσμος δεν δυναται να λαβη, διοτι δεν βλεπει αυτο ουδε γνωριζει αυτο? σεις ομως γνωριζετε αυτο, διοτι μενει μεθ' υμων και εν υμιν θελει εισθαι. |
18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. | 18 Δεν θελω σας αφησει ορφανους? ερχομαι προς εσας. |
19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε. | 19 Ετι ολιγον και ο κοσμος πλεον δεν με βλεπει, σεις ομως με βλεπετε, διοτι εγω ζω και σεις θελετε ζη. |
20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. | 20 Εν εκεινη τη ημερα σεις θελετε γνωρισει, οτι εγω ειμαι εν τω Πατρι μου και σεις εν εμοι και εγω εν υμιν. |
21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. | 21 Ο εχων τας εντολας μου και φυλαττων αυτας, εκεινος ειναι ο αγαπων με? ο δε αγαπων με θελει αγαπηθη υπο του Πατρος μου, και εγω θελω αγαπησει αυτον και θελω φανερωσει εμαυτον εις αυτον. |
22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· κύριε, [καὶ] τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; | 22 Λεγει προς αυτον ο Ιουδας, ουχι ο Ισκαριωτης? Κυριε, τι συμβαινει οτι μελλεις να φανερωσης σεαυτον εις ημας και ουχι εις τον κοσμον; |
23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα. | 23 Απεκριθη ο Ιησους και ειπε προς αυτον? Εαν τις με αγαπα, τον λογον μου θελει φυλαξει, και ο Πατηρ μου θελει αγαπησει αυτον, και προς αυτον θελομεν ελθει και εν αυτω θελομεν κατοικησει. |
24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός. | 24 Ο μη αγαπων με τους λογους μου δεν φυλαττει? και ο λογος, τον οποιον ακουετε, δεν ειναι ιδικος μου, αλλα του πεμψαντος με Πατρος. |
25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· | 25 Ταυτα ελαλησα προς εσας ενω ευρισκομαι μεθ' υμων? |
26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν [ἐγώ]. | 26 ο δε Παρακλητος, το Πνευμα το Αγιον, το οποιον θελει πεμψει ο Πατηρ εν τω ονοματι μου, εκεινος θελει σας διδαξει παντα και θελει σας υπενθυμισει παντα οσα ειπον προς εσας. |
27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. | 27 Ειρηνην αφινω εις εσας, ειρηνην την εμην διδω εις εσας? ουχι καθως ο κοσμος διδει, σας διδω εγω. Ας μη ταραττηται η καρδια σας μηδε ας δειλια. |
28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατὴρ μείζων μού ἐστιν. | 28 Ηκουσατε οτι εγω σας ειπον, Υπαγω και ερχομαι προς εσας. Εαν με ηγαπατε, ηθελετε χαρη οτι ειπον, Υπαγω προς τον Πατερα? διοτι ο Πατηρ μου ειναι μεγαλητερος μου? |
29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. | 29 και τωρα σας ειπον πριν γεινη, δια να πιστευσητε οταν γεινη. |
30 Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, | 30 Δεν θελω πλεον λαλησει πολλα μεθ' υμων? διοτι ερχεται ο αρχων του κοσμου τουτου? και δεν εχει ουδεν εν εμοι. |
31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτως ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. | 31 Αλλα δια να γνωριση ο κοσμος οτι αγαπω τον Πατερα, και καθως με προσεταξεν ο Πατηρ, ουτω καμνω. Εγερθητε, ας υπαγωμεν εντευθεν. |