Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Vangelo secondo Luca - Luke 19


font
LXXGREEK BIBLE
1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.1 Και εισελθων διηρχετο την Ιεριχω?
2 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος·2 και ιδου, ανθρωπος ονομαζομενος Ζακχαιος, οστις ητο αρχιτελωνης, και ουτος ητο πλουσιος,
3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.3 και εζητει να ιδη τον Ιησουν τις ειναι, και δεν ηδυνατο δια τον οχλον, διοτι ητο μικρος το αναστημα.
4 καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτὸν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.4 και δραμων εμπρος ανεβη επι συκομορεαν δια να ιδη αυτον? επειδη δι' εκεινης της οδου εμελλε να περαση.
5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.5 Και ως ηλθεν εις τον τοπον ο Ιησους, αναβλεψας ειδεν αυτον και ειπε προς αυτον? Ζακχαιε, καταβα ταχεως? διοτι σημερον πρεπει να μεινω εν τω οικω σου.
6 καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.6 Και κατεβη ταχεως και υπεδεχθη αυτον μετα χαρας.
7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.7 Και ιδοντες απαντες εγογγυζον, λεγοντες οτι εις αμαρτωλον ανθρωπον εισηλθε να καταλυση.
8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.8 Σταθεις δε ο Ζακχαιος, ειπε προς τον Κυριον? Ιδου, τα ημιση των υπαρχοντων μου, Κυριε, διδω εις τους πτωχους, και εαν εσυκοφαντησα τινα εις τι, αποδιδω τετραπλουν.
9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·9 Ειπε δε προς αυτον ο Ιησους οτι, Σημερον εγεινε σωτηρια εις τον οικον τουτον, καθοτι και αυτος υιος του Αβρααμ ειναι.
10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.10 Διοτι ο Υιος του ανθρωπου ηλθε να ζητηση και να σωση το απολωλος.
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.11 Και ενω αυτοι ηκουον ταυτα, προσθεσας ειπε παραβολην, διοτι ητο πλησιον της Ιερουσαλημ και αυτοι ενομιζον οτι η βασιλεια του Θεου εμελλεν ευθυς να φανη?
12 εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.12 ειπε λοιπον? Ανθρωπος τις ευγενης υπηγεν εις χωραν μακραν δια να λαβη εις εαυτον βασιλειαν και να υποστρεψη.
13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.13 Και καλεσας δεκα δουλους εαυτου, εδωκεν εις αυτους δεκα μνας και ειπε προς αυτους? Πραγματευθητε εωσου ελθω.
14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς.14 Οι συμπολιται αυτου ομως εμισουν αυτον και απεστειλαν κατοπιν αυτου πρεσβεις, λεγοντες? Δεν θελομεν τουτον να βασιλευση εφ' ημας.
15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.15 Και αφου υπεστρεψε λαβων την βασιλειαν, ειπε να προσκληθωσι προς αυτον οι δουλοι εκεινοι, εις τους οποιους εδωκε το αργυριον, δια να μαθη τι εκερδησεν εκαστος.
16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς.16 Και ηλθεν ο πρωτος, λεγων? Κυριε, η μνα σου εκερδησε δεκα μνας.
17 καὶ εἶπεν αὐτῷ· εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.17 Και ειπε προς αυτον? Ευγε, αγαθε δουλε? επειδη εις το ελαχιστον εφανης πιστος, εχε εξουσιαν επανω δεκα πολεων.
18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.18 Και ηλθεν ο δευτερος, λεγων? Κυριε, η μνα σου εκαμε πεντε μνας.
19 εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.19 Ειπε δε και προς τουτον? Και συ γενου εξουσιαστης επανω πεντε πολεων.
20 καὶ ὁ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·20 Ηλθε και αλλος, λεγων? Κυριε, ιδου η μνα σου, την οποιαν ειχον πεφυλαγμενην εν μανδηλιω.
21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.21 Διοτι σε εφοβουμην, επειδη εισαι ανθρωπος αυστηρος? λαμβανεις ο, τι δεν κατεβαλες, και θεριζεις ο, τι δεν εσπειρας.
22 λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα;22 Και λεγει προς αυτον? Εκ του στοματος σου θελω σε κρινει, πονηρε δουλε? ηξευρες οτι εγω ειμαι ανθρωπος αυστηρος, λαμβανων ο, τι δεν κατεβαλον, και θεριζων ο, τι δεν εσπειρα?
23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα.23 δια τι λοιπον δεν εδωκας το αργυριον μου εις την τραπεζαν, ωστε εγω ελθων ηθελον συναξει αυτο μετα του τοκου;
24 καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι –24 Και ειπε προς τους παρεστωτας? Αφαιρεσατε απ' αυτου την μναν και δοτε εις τον εχοντα τας δεκα μνας.
25 καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς –25 Και ειπον προς αυτον? Κυριε, εχει δεκα μνας.
26 λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται.26 Διοτι σας λεγω οτι εις παντα τον εχοντα θελει δοθη, απο δε του μη εχοντος και ο, τι εχει θελει αφαιρεθη απ' αυτου.
27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.27 Πλην τους εχθρους μου εκεινους, οιτινες δεν με ηθελησαν να βασιλευσω επ' αυτους, φερετε εδω και κατασφαξατε εμπροσθεν μου.
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.28 Και ειπων ταυτα, προεχωρει αναβαινων εις Ιεροσολυμα.
29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανία[ν] πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν29 Και ως επλησιασεν εις Βηθφαγη και Βηθανιαν, προς το ορος το καλουμενον Ελαιων, απεστειλε δυο των μαθητων αυτου,
30 λέγων· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε.30 ειπων? Υπαγετε εις την κατεναντι κωμην, εις την οποιαν εμβαινοντες θελετε ευρει πωλαριον δεδεμενον, επι του οποιου ουδεις ανθρωπος εκαθησε ποτε? λυσατε αυτο και φερετε.
31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.31 Και εαν τις σας ερωτηση, Δια τι λυετε αυτο ουτω θελετε ειπει προς αυτον, Οτι ο Κυριος εχει χρειαν αυτου.
32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.32 Υπηγαν δε οι απεσταλμενοι και ευρον καθως ειπε προς αυτους?
33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;33 και ενω ελυον το πωλαριον, ειπον προς αυτους οι κυριοι αυτου? Δια τι λυετε το πωλαριον;
34 οἱ δὲ εἶπαν· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.34 Οι δε ειπον? Ο Κυριος εχει χρειαν αυτου,
35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.35 και εφεραν αυτο προς τον Ιησουν? και ριψαντες επι το πωλαριον τα ιματια αυτων, επεκαθισαν τον Ιησουν.
36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.36 Ενω δε επορευετο, υπεστρωνον τα ιματια αυτων εις την οδον.
37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,37 Και οτε επλησιαζεν ηδη εις την καταβασιν του ορους των Ελαιων, ηρχισαν απαν το πληθος των μαθητων χαιροντες να υμνωσι τον Θεον μεγαλοφωνως δια παντα τα θαυματα, τα οποια ειδον,
38 λέγοντες·
εὐλογημένος ὁ ἐρχόμενος,
ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου·
ἐν οὐρανῷ εἰρήνη
καὶ δόξα ἐν ὑψίστοις.
38 λεγοντες? Ευλογημενος ο ερχομενος Βασιλευς εν ονοματι του Κυριου? ειρηνη εν ουρανω, και δοξα εν υψιστοις.
39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.39 Και τινες των Φαρισαιων απο του οχλου ειπον προς αυτον? Διδασκαλε, επιπληξον τους μαθητας σου.
40 καὶ ἀποκριθεὶς εἶπεν· λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.40 Και αποκριθεις ειπε προς αυτους? Σας λεγω οτι εαν ουτοι σιωπησωσιν, οι λιθοι θελουσι φωναξει.
41 Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτὴν41 Και οτε επλησιασεν, ιδων την πολιν εκλαυσεν επ' αυτην,
42 λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.42 λεγων, Ειθε να εγνωριζες και συ, τουλαχιστον εν τη ημερα σου ταυτη, τα προς ειρηνην σου αποβλεποντα? αλλα τωρα εκρυφθησαν απο των οφθαλμων σου?
43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,43 διοτι θελουσιν ελθει ημεραι επι σε και οι εχθροι σου θελουσι καμει χαρακωμα περι σε, και θελουσι σε περικυκλωσει και θελουσι σε στενοχωρησει πανταχοθεν,
44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.44 και θελουσι κατεδαφισει σε και τα τεκνα σου εν σοι, και δεν θελουσιν αφησει εν σοι λιθον επι λιθον, διοτι δεν εγνωρισας τον καιρον της επισκεψεως σου.
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας45 Και εισελθων εις το ιερον, ηρχισε να εκβαλλη τους πωλουντας εν αυτω και αγοραζοντας,
46 λέγων αὐτοῖς· γέγραπται·
καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς,
ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
46 λεγων προς αυτους? Ειναι γεγραμμενον, Ο οικος μου ειναι οικος προσευχης? σεις δε εκαμετε αυτον σπηλαιον ληστων.
47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,47 Και εδιδασκε καθ' ημεραν εν τω ιερω οι δε αρχιερεις και οι γραμματεις και οι πρωτοι του λαου εζητουν να απολεσωσιν αυτον.
48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.48 Και δεν ευρισκον το τι να πραξωσι? διοτι πας ο λαος ητο προσηλωμενος εις το να ακουη αυτον.