Vangelo secondo Marco - Mark 7
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | GREEK BIBLE |
---|---|
1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων. | 1 Και συναγονται προς αυτον οι Φαρισαιοι και τινες των γραμματεων, ελθοντες απο Ιεροσολυμων? |
2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους | 2 και ιδοντες τινας των μαθητων αυτου τρωγοντας αρτους με χειρας μεμολυσμενας, τουτεστιν ανιπτους, εμεμφθησαν αυτους? |
3 – οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, | 3 διοτι οι Φαρισαιοι και παντες οι Ιουδαιοι, εαν δεν νιψωσι μεχρι του αγκωνος τας χειρας, δεν τρωγουσι, κρατουντες την παραδοσιν των πρεσβυτερων? |
4 καὶ ἀπ’ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [καὶ κλινῶν] – | 4 και επιστρεψαντες απο της αγορας, εαν δεν νιφθωσι, δεν τρωγουσιν? ειναι και αλλα πολλα, τα οποια παρελαβον να φυλαττωσι, πλυματα ποτηριων και ξεστων και σκευων χαλκινων και κλινων? |
5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον; | 5 επειτα ερωτωσιν αυτον οι Φαρισαιοι και οι γραμματεις? Διατι οι μαθηται σου δεν περιπατουσι κατα την παραδοσιν των πρεσβυτερων, αλλα με χειρας ανιπτους τρωγουσι τον αρτον; |
6 Ὁ δὲ εἶπεν αὐτοῖς· καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται [ὅτι] οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· | 6 Ο δε αποκριθεις ειπε προς αυτους? οτι καλως προεφητευσεν ο Ησαιας περι υμων των υποκριτων, ως ειναι γεγραμμενον? Ουτος ο λαος δια των χειλεων με τιμα, η δε καρδια αυτων μακραν απεχει απ' εμου. |
7 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. | 7 Εις ματην δε με σεβονται, διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων. |
8 ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων. | 8 Διοτι αφησαντες την εντολην του Θεου, κρατειτε την παραδοσιν των ανθρωπων, πλυματα ξεστων και ποτηριων, και αλλα παρομοια τοιαυτα πολλα καμνετε. |
9 καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε. | 9 Και ελεγε προς αυτους? Καλως αθετειτε την εντολην του Θεου, δια να φυλαττητε την παραδοσιν σας. |
10 Μωϋσῆς γὰρ εἶπεν· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. | 10 Διοτι ο Μωυσης ειπε? Τιμα τον πατερα σου και την μητερα σου. και? Ο κακολογων πατερα η μητερα εξαπαντος να θανατονηται? |
11 ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· κορβᾶν, ὅ ἐστιν δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, | 11 σεις ομως λεγετε? Εαν ανθρωπος ειπη προς τον πατερα η προς την μητερα, Κορβαν, τουτεστι δωρον, ειναι ο, τι ηθελες ωφεληθη εξ εμου, αρκει, |
12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί, | 12 και δεν αφινετε πλεον αυτον να καμη ουδεν εις τον πατερα αυτου η εις την μητερα αυτου, |
13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. | 13 ακυρουντες τον λογον του Θεου χαριν της παραδοσεως σας, την οποιαν παρεδωκατε? και καμνετε παρομοια τοιαυτα πολλα. |
14 Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούσατέ μου πάντες καὶ σύνετε. | 14 Και προσκαλεσας παντα τον οχλον, ελεγε προς αυτους? Ακουετε μου παντες και νοειτε. |
15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν, ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. | 15 Δεν ειναι ουδεν εισερχομενον εξωθεν του ανθρωπου εις αυτον, το οποιον δυναται να μολυνη αυτον, αλλα τα εξερχομενα απ' αυτου, εκεινα ειναι τα μολυνοντα τον ανθρωπον. |
16 Ο εχων ωτα δια να ακουη, ας ακουη. | |
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. | 17 Και οτε εισηλθεν εις οικον απο του οχλου, ηρωτων αυτον οι μαθηται αυτου περι της παραβολης. |
18 καὶ λέγει αὐτοῖς· οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι | 18 Και λεγει προς αυτους? Ουτω και σεις ασυνετοι εισθε; δεν καταλαμβανετε οτι παν το εξωθεν εισερχομενον εις τον ανθρωπον δεν δυναται να μολυνη αυτον; |
19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζων πάντα τὰ βρώματα; | 19 διοτι δεν εισερχεται εις την καρδιαν αυτου, αλλ' εις την κοιλιαν, και εξερχεται εις τον αφεδρωνα, καθαριζον παντα τα φαγητα. |
20 ἔλεγεν δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. | 20 Ελεγε δε οτι το εξερχομενον εκ του ανθρωπου, εκεινο μολυνει τον ανθρωπον. |
21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, | 21 Διοτι εσωθεν εκ της καρδιας των ανθρωπων εξερχονται οι διαλογισμοι οι κακοι, μοιχειαι, πορνειαι, φονοι, |
22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· | 22 κλοπαι, πλεονεξιαι, πονηριαι, δολος, ασελγεια, βλεμμα πονηρον? βλασφημια, υπερηφανια, αφροσυνη? |
23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον. | 23 παντα ταυτα τα πονηρα εσωθεν εξερχονται και μολυνουσι τον ανθρωπον. |
24 Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου. Καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· | 24 Και σηκωθεις εκειθεν υπηγεν εις τα μεθορια Τυρου και Σιδωνος. Και εισελθων εις την οικιαν, δεν ηθελε να μαθη τουτο μηδεις, δεν ηδυνηθη ομως να κρυφθη. |
25 ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· | 25 Διοτι ακουσασα περι αυτου γυνη τις, της οποιας το θυγατριον ειχε πνευμα ακαθαρτον, ηλθε και προσεπεσεν εις τους ποδας αυτου? |
26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. | 26 ητο δε η γυνη Ελληνις, Συροφοινισσα το γενος? και παρεκαλει αυτον να εκβαλη το δαιμονιον εκ της θυγατρος αυτης. |
27 καὶ ἔλεγεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν. | 27 Ο δε Ιησους ειπε προς αυτην? Αφες πρωτον να χορτασθωσι τα τεκνα? διοτι δεν ειναι καλον να λαβη τις τον αρτον των τεκνων και να ριψη εις τα κυναρια. |
28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. | 28 Η δε απεκριθη και λεγει προς αυτον? Ναι, Κυριε? αλλα και τα κυναρια υποκατω της τραπεζης τρωγουσιν απο των ψιχιων των παιδιων. |
29 καὶ εἶπεν αὐτῇ· διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. | 29 Και ειπε προς αυτην? Δια τουτον τον λογον υπαγε? εξηλθε το δαιμονιον απο της θυγατρος σου. |
30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός. | 30 Και οτε υπηγεν εις τον οικον αυτης, ευρεν οτι το δαιμονιον εξηλθε και την θυγατερα κειμενην επι της κλινης. |
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. | 31 Και παλιν εξελθων εκ των οριων Τυρου και Σιδωνος ηλθε προς την θαλασσαν της Γαλιλαιας ανα μεσον των οριων της Δεκαπολεως. |
32 Καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. | 32 Και φερουσι προς αυτον κωφον μογιλαλον και παρακαλουσιν αυτον να επιθεση την χειρα επ' αυτον. |
33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, | 33 Και παραλαβων αυτον κατ' ιδιαν απο του οχλου εβαλε τους δακτυλους αυτου εις τα ωτα αυτου, και πτυσας ηγγισε την γλωσσαν αυτου, |
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν καὶ λέγει αὐτῷ· εφφαθα, ὅ ἐστιν διανοίχθητι. | 34 και αναβλεψας εις τον ουρανον, εστεναξε και λεγει προς αυτον? Εφφαθα, τουτεστιν Ανοιχθητι. |
35 καὶ [εὐθέως] ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει ὀρθῶς. | 35 Και ευθυς ηνοιχθησαν τα ωτα αυτου και ελυθη ο δεσμος της γλωσσης αυτου, και ελαλει ορθως. |
36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν· ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. | 36 Και παρηγγειλεν εις αυτους να μη ειπωσι τουτο εις μηδενα? πλην οσον αυτος παρηγγελλεν εις αυτους, τοσον περισσοτερον εκεινοι εκηρυττον. |
37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ [τοὺς] ἀλάλους λαλεῖν. | 37 Και εξεπληττοντο καθ' υπερβολην, λεγοντες? Καλως επραξε τα παντα? και τους κωφους καμνει να ακουωσι και τους αλαλους να λαλωσι. |