Scrutatio

Giovedi, 16 maggio 2024 - San Simone Stock ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 11


font
LXXGREEK BIBLE
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.1 Και οτε ετελειωσεν ο Ιησους διαταττων εις τους δωδεκα μαθητας αυτου, μετεβη εκειθεν δια να διδασκη και να κηρυττη εν ταις πολεσιν αυτων.
2 Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ2 Ο δε Ιωαννης, ακουσας εν τω δεσμωτηριω τα εργα του Χριστου, επεμψε δυο των μαθητων αυτου,
3 εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;3 και ειπε προς αυτον? Συ εισαι ο ερχομενος, η αλλον προσδοκωμεν;
4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·4 Και αποκριθεις ο Ιησους ειπε προς αυτους? Υπαγετε και απαγγειλατε προς τον Ιωαννην οσα ακουετε και βλεπετε?
5 τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν,
λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν,
καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
5 τυφλοι αναβλεπουσι και χωλοι περιπατουσι, λεπροι καθαριζονται και κωφοι ακουουσι, νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται?
6 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.6 και μακαριος ειναι οστις δεν σκανδαλισθη εν εμοι.
7 Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;7 Ενω δε ουτοι ανεχωρουν, ηρχισεν ο Ιησους να λεγη προς τους οχλους περι του Ιωαννου? Τι εξηλθετε εις την ερημον να ιδητε; καλαμον υπο ανεμου σαλευομενον;
8 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.8 Αλλα τι εξηλθετε να ιδητε; ανθρωπον ενδεδυμενον μαλακα ιματια; ιδου, οι τα μαλακα φορουντες εν τοις οικοις των βασιλεων ευρισκονται.
9 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.9 Αλλα τι εξηλθετε να ιδητε; προφητην; ναι, σας λεγω, και περισσοτερον προφητου.
10 οὗτός ἐστιν περὶ οὗ γέγραπται·
ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
10 Διοτι ουτος ειναι, περι του οποιου ειναι γεγραμμενον? Ιδου, εγω αποστελλω τον αγγελον μου προ προσωπου σου, οστις θελει κατασκευασει την οδον σου εμπροσθεν σου.
11 Ἀμὴν λέγω ὑμῖν· οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.11 Αληθως σας λεγω, μεταξυ των γεννηθεντων υπο γυναικων δεν ηγερθη μεγαλητερος Ιωαννου του βαπτιστου? πλην ο μικροτερος εν τη βασιλεια των ουρανων ειναι μεγαλητερος αυτου.
12 ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.12 Απο δε των ημερων Ιωαννου του βαπτιστου εως του νυν η βασιλεια των ουρανων βιαζεται, και οι βιασται αρπαζουσιν αυτην.
13 πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν·13 Διοτι παντες οι προφηται και ο νομος εως Ιωαννου προεφητευσαν.
14 καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.14 Και αν θελητε να δεχθητε τουτο, αυτος ειναι ο Ηλιας, οστις εμελλε να ελθη.
15 ὁ ἔχων ὦτα ἀκουέτω.15 Ο εχων ωτα δια να ακουη ας ακουη.
16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις16 Αλλα με τι να ομοιωσω την γενεαν ταυτην; ειναι ομοια με παιδαρια καθημενα εν ταις αγοραις και φωναζοντα προς τους συντροφους αυτων,
17 λέγουσιν·
ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε,
ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε.
17 και λεγοντα? Αυλον σας επαιξαμεν, και δεν εχορευσατε, σας εθρηνωδησαμεν, και δεν εκλαυσατε.
18 ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· δαιμόνιον ἔχει.18 Διοτι ηλθεν ο Ιωαννης μητε τρωγων μητε πινων, και λεγουσι? Δαιμονιον εχει.
19 ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἔργων αὐτῆς.19 Ηλθεν ο Υιος του ανθρωπου τρωγων και πινων, και λεγουσιν? Ιδου, ανθρωπος φαγος και οινοποτης, φιλος τελωνων και αμαρτωλων. Και εδικαιωθη η σοφια απο των τεκνων αυτης.
20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·20 Τοτε ηρχισε να ονειδιζη τας πολεις εν αις εγειναν τα πλειοτερα θαυματα αυτου, διοτι δεν μετενοησαν?
21 οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.21 Ουαι εις σε, Χοραζιν, ουαι εις σε, Βηθσαιδαν? διοτι εαν τα θαυματα τα γενομενα εν υμιν εγινοντο εν τη Τυρω και Σιδωνι προ πολλου ηθελον μετανοησει εν σακκω και σποδω.
22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.22 Πλην σας λεγω εις την Τυρον και Σιδωνα ελαφροτερα θελει εισθαι η τιμωρια εν ημερα κρισεως παρα εις εσας.
23 καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.23 Και συ, Καπερναουμ, η υψωθεισα εως του ουρανου, θελεις καταβιβασθη εως αδου? διοτι εαν τα θαυματα τα γενομενα εν σοι εγινοντο εν Σοδομοις, ηθελον μεινει μεχρι της σημερον.
24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.24 Πλην σας λεγω, οτι εις την γην των Σοδομων ελαφροτερα θελει εισθαι η τιμωρια εν ημερα κρισεως παρα εις σε.
25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·25 Εν εκεινω τω καιρω αποκριθεις ο Ιησους ειπε? Δοξαζω σε, Πατερ, κυριε του ουρανου και της γης, οτι απεκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα εις νηπια?
26 ναὶ ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.26 ναι, ω Πατερ, διοτι ουτως εγεινεν αρεστον εμπροσθεν σου.
27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.27 Παντα παρεδοθησαν εις εμε απο του Πατρος μου? και ουδεις γινωσκει τον Υιον ει μη ο Πατηρ? ουδε τον Πατερα γινωσκει τις ειμη ο Υιος και εις οντινα θελει ο Υιος να αποκαλυψη αυτον.
28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.28 Ελθετε προς με, παντες οι κοπιωντες και πεφορτισμενοι, και εγω θελω σας αναπαυσει.
29 ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·29 Αρατε τον ζυγον μου εφ' υμας και μαθετε απ' εμου, διοτι πραος ειμαι και ταπεινος την καρδιαν, και θελετε ευρει αναπαυσιν εν ταις ψυχαις υμων?
30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.30 διοτι ο ζυγος μου ειναι καλος και το φορτιον μου ελαφρον.