1 θεὲ πατέρων καὶ κύριε τοῦ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου | 1 God of my fathers, LORD of mercy. you who have made all things by your word |
2 καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων | 2 And in your wisdom have established man to rule the creatures produced by you, |
3 καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ | 3 To govern the world in holiness and justice, and to render judgment in integrity of heart: |
4 δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου | 4 Give me Wisdom, the attendant at your throne, and reject me not from among your children; |
5 ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων | 5 For I am your servant, the son of your handmaid, a man weak and short-lived and lacking in comprehension of judgment and of laws. |
6 κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται | 6 Indeed, though one be perfect among the sons of men, if Wisdom, who comes from you, be not with him, he shall be held in no esteem. |
7 σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων | 7 You have chosen me king over your people and magistrate for your sons and daughters. |
8 εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπ’ ἀρχῆς 9καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου | 8 You have bid me build a temple on your holy mountain and an altar in the city that is your dwelling place, a copy of the holy tabernacle which you had established from of old. |
| 9 Now with you is Wisdom, who knows your works and was present when you made the world; Who understands what is pleasing in your eyes and what is conformable with your commands. |
10 ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαροῦσά μοι κοπιάσῃ καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί | 10 Send her forth from your holy heavens and from your glorious throne dispatch her That she may be with me and work with me, that I may know what is your pleasure. |
11 οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς | 11 For she knows and understands all things, and will guide me discreetly in my affairs and safeguard me by her glory; |
12 καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου | 12 Thus my deeds will be acceptable, and I shall judge your people justly and be worthy of my father's throne. |
13 τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος | 13 For what man knows God's counsel, or who can conceive what our LORD intends? |
14 λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν | 14 For the deliberations of mortals are timid, and unsure are our plans. |
15 φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα | 15 For the corruptible body burdens the soul and the earthen shelter weighs down the mind that has many concerns. |
16 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν | 16 And scarce do we guess the things on earth, and what is within our grasp we find with difficulty; but when things are in heaven, who can search them out? |
17 βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων | 17 Or who ever knew your counsel, except you had given Wisdom and sent your holy spirit from on high? |
18 καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν | 18 And thus were the paths of those on earth made straight, and men learned what was your pleasure, and were saved by Wisdom. |