Scrutatio

Giovedi, 30 maggio 2024 - Santa Giovanna d'Arco ( Letture di oggi)

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 4


font
LXXNEW JERUSALEM
1 κρείσσων ἀτεκνία μετὰ ἀρετῆς ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις1 Better to have no children yet to have virtue, since immortality perpetuates its memory; for God andhuman beings both recognise it.
2 παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα2 Present, we imitate it, absent, we long for it; crowned, it holds triumph through eternity, having strivenfor untainted prizes and emerged the victor.
3 πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει3 But the offspring of the godless come to nothing, however prolific, sprung from a bastard stock, they willnever strike deep roots, never put down firm foundations.
4 κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται4 They may branch out for a time, but, on unsteady foundations, they will be rocked by the wind anduprooted by the force of the storm;
5 περικλασθήσονται κλῶνες ἀτέλεστοι καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος5 their branches, yet unformed, wil be snapped off, their fruit be useless, too unripe to eat, fit for nothing.
6 ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν6 For children begotten of unlawful bed witness, when put on trial, to their parents' wickedness.
7 δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται7 The upright, though he die before his time, will find rest.
8 γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται8 Length of days is not what makes age honourable, nor number of years the true measure of life;
9 πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος9 understanding, this is grey hairs, untarnished life, this is ripe old age.
10 εὐάρεστος θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη10 Having won God's favour, he has been loved and, as he was living among sinners, has been takenaway.
11 ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ11 He has been carried off so that evil may not warp his understanding or deceitfulness seduce his soul;
12 βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον12 for the fascination of evil throws good things into the shade, and the whirlwind of desire corrupts asimple heart.
13 τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς13 Having come to perfection so soon, he has lived long;
14 ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο14 his soul being pleasing to the Lord, he has hurried away from the wickedness around him. Yet peoplelook on, uncomprehending; and it does not enter their heads
15 ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ15 that grace and mercy await his chosen ones and that he intervenes on behalf of his holy ones.
16 κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου16 The upright who dies condemns the godless who survive, and youth quickly perfected condemns thelengthy old age of the wicked.
17 ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος17 These people see the end of the wise without understanding what the Lord has in store or why he hastaken such a one to safety;
18 ὄψονται καὶ ἐξουθενήσουσιν αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται18 they look on and sneer, but the Lord wil laugh at them.
19 καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται19 Soon they wil be corpses without honour, objects of horror among the dead for ever. For he wilshatter them and fling them headlong and dumbfounded. He wil shake them from their foundations; they wil beutterly laid waste, a prey to grief, and their memory wil perish.
20 ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν20 When the count of their sins has been drawn up, in terror they wil come, and their crimes, confrontingthem, wil accuse them.