1 εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου | 1 She made their affairs prosper through the holy prophet. |
2 διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς | 2 They journeyed through the uninhabited desert, and in solitudes they pitched their tents; |
3 ἀντέστησαν πολεμίοις καὶ ἐχθροὺς ἠμύναντο | 3 they withstood enemies and took vengeance on their foes. |
4 ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ | 4 When they thirsted, they called upon you, and water was given them from the sheer rock, assuagement for their thirst from the hard stone. |
5 δι’ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν | 5 For by the things through which their foes were punished they in their need were benefited. |
6 ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος | 6 Instead of a spring, when the perennial river was troubled with impure blood |
7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως | 7 as a rebuke to the decree for the slaying of infants, You gave them abundant water in an unhoped-for way, |
8 δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας 9ὅτε γὰρ ἐπειράσθησαν καίπερ ἐν ἐλέει παιδευόμενοι ἔγνωσαν πῶς μετ’ ὀργῆς κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο | 8 once you had shown by the thirst they then had how you punished their adversaries. |
| 9 For when they had been tried, though only mildly chastised, they recognized how the wicked, condemned in anger, were being tormented. |
10 τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας | 10 the latter you tested, admonishing them as a father; the former as a stern king you probed and condemned. |
11 καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο | 11 Both those afar off and those close by were afflicted: |
12 διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημῶν τῶν παρελθόντων | 12 For a twofold grief took hold of them and a groaning at the remembrance of the ones who had departed. |
13 ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετημένους αὐτούς ᾔσθοντο τοῦ κυρίου | 13 For when they heard that the cause of their own torments was a benefit to these others, they recognized the Lord. |
14 ὃν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν οὐχ ὅμοια δικαίοις διψήσαντες | 14 Him who of old had been cast out in exposure they indeed mockingly rejected; but in the end of events, they marveled at him, since their thirst proved unlike that of the just. |
15 ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν | 15 And in return for their senseless, wicked thoughts, which misled them into worshiping dumb serpents and worthless insects, You sent upon them swarms of dumb creatures for vengeance; |
16 ἵνα γνῶσιν ὅτι δι’ ὧν τις ἁμαρτάνει διὰ τούτων κολάζεται | 16 that they might recognize that a man is punished by the very things through which he sins. |
17 οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας | 17 For not without means was your almighty hand, that had fashioned the universe from formless matter, to send upon them a drove of bears or fierce lions, |
18 ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους ἤτοι πυρπνόον φυσῶντας ἄσθμα ἢ βρόμον λικμωμένους καπνοῦ ἢ δεινοὺς ἀπ’ ὀμμάτων σπινθῆρας ἀστράπτοντας | 18 Or new-created, wrathful, unknown beasts to breathe forth fiery breath, Or pour out roaring smoke, or flash terrible sparks from their eyes. |
19 ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι | 19 Not only could these attack and completely destroy them; even their frightful appearance itself could slay. |
20 καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας | 20 Even without these, they could have been killed at a single blast, pursued by retribution and winnowed out by your mighty spirit; But you have disposed all things by measure and number and weight. |
21 τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται | 21 For with you great strength abides always; who can resist the might of your arm? |
22 ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν | 22 Indeed, before you the whole universe is as a grain from a balance, or a drop of morning dew come down upon the earth. |
23 ἐλεεῖς δὲ πάντας ὅτι πάντα δύνασαι καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν | 23 But you have mercy on all, because you can do all things; and you overlook the sins of men that they may repent. |
24 ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας | 24 For you love all things that are and loathe nothing that you have made; for what you hated, you would not have fashioned. |
25 πῶς δὲ διέμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη | 25 And how could a thing remain, unless you willed it; or be preserved, had it not been called forth by you? |
26 φείδῃ δὲ πάντων ὅτι σά ἐστιν δέσποτα φιλόψυχε | 26 But you spare all things, because they are yours, O LORD and lover of souls, |