Scrutatio

Sabato, 18 maggio 2024 - San Giovanni I papa ( Letture di oggi)

Apocalisse - Revelation 3


font
GREEK BIBLELXX
1 Και προς τον αγγελον της εν Σαρδεσιν εκκλησιας γραψον? Ταυτα λεγει ο εχων τα επτα πνευματα του Θεου και τους επτα αστερας. Εξευρω τα εργα σου, οτι το ονομα εχεις οτι ζης και εισαι νεκρος.1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον·
Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2 Γινου αγρυπνος και στηριξον τα λοιπα, τα οποια μελλουσι να αποθανωσι? διοτι δεν ευρηκα τα εργα σου τελεια ενωπιον του Θεου.2 γίνου γρηγορῶν καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου.
3 Ενθυμου λοιπον πως ελαβες και ηκουσας, και φυλαττε αυτα και μετανοησον. Εαν λοιπον δεν αγρυπνησης, θελω ελθει επι σε ως κλεπτης, και δεν θελεις γνωρισει ποιαν ωραν θελω ελθει επι σε.3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.
4 Εχεις ολιγα ονοματα και εν Σαρδεσι, τα οποια δεν εμολυναν τα ιματια αυτων, και θελουσι περιπατησει μετ' εμου με λευκα, διοτι ειναι αξιοι.4 ἀλλ’ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
5 Ο νικων, ουτος θελει ενδυθη ιματια λευκα, και δεν θελω εξαλειψει το ονομα αυτου εκ του βιβλιου της ζωης, και θελω ομολογησει το ονομα αυτου ενωπιον του Πατρος μου και ενωπιον των αγγελων αυτου.5 Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
6 Οστις εχει ωτιον, ας ακουση τι λεγει το Πνευμα προς τας εκκλησιας.6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7 Και προς τον αγγελον της εν Φιλαδελφεια εκκλησιας γραψον? Ταυτα λεγει ο αγιος, ο αληθινος, ο εχων το κλειδιον του Δαβιδ, οστις ανοιγει και ουδεις κλειει, και κλειει και ουδεις ανοιγει?7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον·
Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει·
8 Εξευρω τα εργα σου? ιδου, εθεσα ενωπιον σου θυραν ανεωγμενην, και ουδεις δυναται να κλειση αυτην? διοτι εχεις μικραν δυναμιν και εφυλαξας τον λογον μου και δεν ηρνηθης το ονομα μου.8 οἶδά σου τὰ ἔργα, ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
9 Ιδου, θελω καμει τους εκ της συναγωγης του Σατανα, οιτινες λεγουσιν εαυτους οτι ειναι Ιουδαιοι, και δεν ειναι, αλλα ψευδονται ιδου, θελω καμει αυτους να ελθωσι και να προσκυνησωσιν ενωπιον των ποδων σου και να γνωρισωσιν οτι εγω σε ηγαπησα.9 ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται. ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
10 Επειδη εφυλαξας τον λογον της υπομονης μου, και εγω θελω σε φυλαξει εκ της ωρας του πειρασμου, οστις μελλει να ελθη επι της οικουμενης ολης, δια να δοκιμαση τους κατοικουντας επι της γης.10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 Ιδου, ερχομαι ταχεως? κρατει εκεινο το οποιον εχεις, δια να μη λαβη μηδεις τον στεφανον σου.11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
12 Οστις νικα, θελω καμει αυτον στυλον εν τω ναω του Θεου μου, και δεν θελει εξελθει πλεον εξω, και θελω γραψει επ' αυτον το ονομα του Θεου μου και το ονομα της πολεως του Θεου μου, της νεας Ιερουσαλημ, ητις καταβαινει εκ του ουρανου απο του Θεου μου, και το ονομα μου το νεον.12 Ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλὴμ ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
13 Οστις εχει ωτιον, ας ακουση τι λεγει το Πνευμα προς τας εκκλησιας.13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 Και προς τον αγγελον της εκκλησιας των Λαοδικεων γραψον? Ταυτα λεγει ο Αμην, ο μαρτυς ο πιστος και αληθινος, η αρχη της κτισεως του Θεου.14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον·
Τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
15 Εξευρω τα εργα σου, οτι ουτε ψυχρος εισαι ουτε ζεστος? ειθε να ησο ψυχρος η ζεστος?15 οἶδά σου τὰ ἔργα ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
16 ουτως, επειδη εισαι χλιαρος και ουτε ψυχρος ουτε ζεστος, μελλω να σε εξεμεσω εκ του στοματος μου.16 οὕτως ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
17 Διοτι λεγεις οτι πλουσιος ειμαι και επλουτησα και δεν εχω χρειαν ουδενος, και δεν εξευρεις οτι συ εισαι ο ταλαιπωρος και ελεεινος και πτωχος και τυφλος και γυμνος?17 ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
18 συμβουλευω σε να αγορασης παρ' εμου χρυσιον δεδοκιμασμενον εκ πυρος δια να πλουτησης, και ιματια λευκα δια να ενδυθης και να μη φανερωθη η αισχυνη της γυμνοτητος σου, και χρισον τους οφθαλμους σου με κολλουριον δια να βλεπης.18 συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλ[ο]ύριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
19 Εγω οσους αγαπω, ελεγχω και παιδευω? γενου λοιπον ζηλωτης και μετανοησον.19 ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
20 Ιδου, ισταμαι εις την θυραν και κρουω? εαν τις ακουση της φωνης μου και ανοιξη την θυραν, θελω εισελθει προς αυτον και θελω δειπνησει μετ' αυτου και αυτος μετ' εμου.20 Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, [καὶ] εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ.
21 Οστις νικα, θελω δωσει εις αυτον να καθηση μετ' εμου εν τω θρονω μου, καθως και εγω ενικησα και εκαθησα μετα του Πατρος μου εν τω θρονω αυτου.21 Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22 Οστις εχει ωτιον, ας ακουση τι λεγει το Πνευμα προς τας εκκλησιας.22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.