1 Μη γινεσθε πολλοι διδασκαλοι, αδελφοι μου, εξευροντες οτι μεγαλητεραν κατακρισιν θελομεν λαβει? | 1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα. |
2 διοτι εις πολλα πταιομεν απαντες. Εαν τις δεν πταιη εις λογον, ουτος ειναι τελειος ανηρ, δυνατος να χαλιναγωγηση και ολον το σωμα. | 2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. |
3 Ιδου, τους χαλινους βαλλομεν εις τα στοματα των ιππων δια να πειθωνται εις ημας, και μεταφερομεν ολον το σωμα αυτων. | 3 εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. |
4 Ιδου, και τα πλοια, οντα τοσον μεγαλα και υπο σφοδρων ανεμων ελαυνομενα, μεταφερονται υπο ελαχιστου πηδαλιου, οπου αν θελη η επιθυμια του κυβερνωντος. | 4 ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται. |
5 Ουτω και η γλωσσα ειναι μικρον μελος, ομως μεγαλαυχει. Ιδου, ολιγον πυρ ποσον μεγαλην υλην αναπτει? | 5 οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ. ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει. |
6 και η γλωσσα πυρ ειναι, ο κοσμος της αδικιας. Ουτω μεταξυ των μελων ημων η γλωσσα ειναι η μολυνουσα ολον το σωμα και φλογιζουσα τον τροχον του βιου και φλογιζομενη υπο της γεεννης. | 6 καὶ ἡ γλῶσσα πῦρ. ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. |
7 Διοτι παν ειδος θηριων και πτηνων, ερπετων και θαλασσιων δαμαζεται και εδαμασθη υπο της ανθρωπινης φυσεως, | 7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, |
8 την γλωσσαν ομως ουδεις των ανθρωπων δυναται να δαμαση? ειναι ακρατητον κακον, μεστη θανατηφορου φαρμακου. | 8 τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων, ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. |
9 Δι' αυτης ευλογουμεν τον Θεον και Πατερα, και δι' αυτης καταρωμεθα τους ανθρωπους τους καθ' ομοιωσιν Θεου πλασθεντας? | 9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας· |
10 εκ του αυτου στοματος εξερχεται ευλογια και καταρα. Δεν πρεπει, αδελφοι μου, ταυτα να γινωνται ουτω. | 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. |
11 Μηπως η πηγη απο της αυτης τρυπης αναβρυει το γλυκυ και το πικρον; | 11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; |
12 μηπως ειναι δυνατον, αδελφοι μου, η συκη να καμη ελαιας η η αμπελος συκα; ουτως ουδεμια πηγη ειναι δυνατον να καμη υδωρ αλμυρον και γλυκυ. | 12 μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ. |
13 Τις ειναι μεταξυ σας σοφος και επιστημων; ας δειξη εκ της καλης διαγωγης τα εργα εαυτου εν πραοτητι σοφιας. | 13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. |
14 Εαν ομως εχητε εν τη καρδια υμων φθονον πικρον και φιλονεικιαν, μη κατακαυχασθε και ψευδεσθε κατα της αληθειας. | 14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. |
15 Η σοφια αυτη δεν ειναι ανωθεν καταβαινουσα, αλλ' ειναι επιγειος, ζωωδης, δαιμονιωδης. | 15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλ’ ἐπίγειος, ψυχική, δαιμονιώδης. |
16 Διοτι οπου ειναι φθονος και φιλονεικια, εκει ακαταστασια και παν αχρειον πραγμα. | 16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. |
17 Η ανωθεν ομως σοφια πρωτον μεν ειναι καθαρα, επειτα ειρηνικη, επιεικης, ευπειθης, πληρης ελεους και καλων καρπων, αμεροληπτος και ανυποκριτος. | 17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος. |
18 Και ο καρπος της δικαιοσυνης σπειρεται εν ειρηνη υπο των ειρηνοποιων. | 18 καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. |