Lettera ai Romani - Romans 9
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | LXX |
---|---|
1 Αληθειαν λεγω εν Χριστω, δεν ψευδομαι, εχων συμμαρτυρουσαν με εμε την συνειδησιν μου εν Πνευματι Αγιω, | 1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, |
2 οτι εχω λυπην μεγαλην και αδιαλειπτον οδυνην εν τη καρδια μου. | 2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. |
3 Διοτι ηυχομην αυτος εγω να ημαι αναθεμα απο του Χριστου υπερ των αδελφων μου, των κατα σαρκα συγγενων μου, | 3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, |
4 οιτινες ειναι Ισραηλιται, των οποιων ειναι η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι, | 4 οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, |
5 των οποιων ειναι οι πατερες, και εκ των οποιων εγεννηθη ο Χριστος το κατα σαρκα, ο ων επι παντων Θεος ευλογητος εις τους αιωνας? αμην. | 5 ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. |
6 Αλλα δεν ειναι δυνατον οτι εξεπεσεν ο λογος του Θεου. Διοτι παντες οι εκ του Ισραηλ δεν ειναι ουτοι Ισραηλ, | 6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ· |
7 ουδε διοτι ειναι σπερμα του Αβρααμ, δια τουτο ειναι παντες τεκνα, αλλ' Εν τω Ισαακ θελει κληθη εις σε σπερμα. | 7 οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραὰμ πάντες τέκνα, ἀλλ’· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. |
8 Τουτεστι, τα τεκνα της σαρκος ταυτα δεν ειναι τεκνα Θεου, αλλα τα τεκνα της επαγγελιας λογιζονται δια σπερμα. | 8 τοῦτ’ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. |
9 Διοτι ο λογος της επαγγελιας ειναι ουτος? Κατα τον καιρον τουτον θελω ελθει και η Σαρρα θελει εχει υιον. | 9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. |
10 Και ουχι μονον τουτο, αλλα και η Ρεβεκκα, οτε συνελαβε δυο εξ ενος ανδρος, Ισαακ του πατρος ημων? | 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· |
11 διοτι πριν ετι γεννηθωσι τα παιδια, και πριν πραξωσι τι αγαθον η κακον, δια να μενη ο κατ' εκλογην προορισμος του Θεου, ουχι εκ των εργων, αλλ' εκ του καλουντος, | 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, |
12 ερρεθη προς αυτην οτι ο μεγαλητερος θελει δουλευσει εις τον μικροτερον, | 12 οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, |
13 καθως ειναι γεγραμμενον? Τον Ιακωβ ηγαπησα, τον δε Ησαυ εμισησα. | 13 καθὼς γέγραπται· τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. |
14 Τι λοιπον θελομεν ειπει; Μηπως ειναι αδικια εις τον Θεον; μη γενοιτο. | 14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. |
15 Διοτι προς τον Μωυσην λεγει? θελω ελεησει οντινα ελεω, και θελω οικτειρησει οντινα οικτειρω. | 15 τῷ Μωϋσεῖ γὰρ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. |
16 Αρα λοιπον δεν ειναι του θελοντος ουδε του τρεχοντος, αλλα του ελεουντος Θεου. | 16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. |
17 Διοτι η γραφη λεγει προς τον Φαραω οτι δι' αυτο τουτο σε εξηγειρα, δια να δειξω εν σοι την δυναμιν μου, και δια να διαγγελθη το ονομα μου εν παση τη γη. | 17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. |
18 Αρα λοιπον οντινα θελει ελεει και οντινα θελει σκληρυνει. | 18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. |
19 Θελεις λοιπον μοι ειπει? Δια τι πλεον μεμφεται; εις το θελημα αυτου τις εναντιουται; | 19 Ἐρεῖς μοι οὖν· τί [οὖν] ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; |
20 Αλλα μαλιστα συ, ω ανθρωπε, τις εισαι, οστις ανταποκρινεσαι προς τον Θεον; Μηπως το πλασμα θελει ειπει προς τον πλασαντα, Δια τι με εκαμες ουτως; | 20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; |
21 Η δεν εχει εξουσιαν ο κεραμευς του πηλου, απο του αυτου μιγματος να καμη αλλο μεν σκευος εις τιμην, αλλο δε εις ατιμιαν; | 21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; |
22 Τι δε, αν ο Θεος, θελων να δειξη την οργην αυτου και να καμη γνωστην την δυναμιν αυτου, υπεφερε μετα πολλης μακροθυμιας σκευη οργης κατεσκευασμενα εις απωλειαν, | 22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, |
23 και δια να γνωστοποιηση τον πλουτον της δοξης αυτου επι σκευη ελεους, τα οποια προητοιμασεν εις δοξαν, | 23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν; |
24 ημας τους οποιους εκαλεσεν ουχι μονον εκ των Ιουδαιων αλλα και εκ των εθνων; | 24 Οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν, |
25 Καθως και εν τω Ωσηε λεγει? Θελω καλεσει λαον μου τον ου λαον μου, και ηγαπημενην την ουκ ηγαπημενην? | 25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· |
26 και εν τω τοπω, οπου ερρεθη προς αυτους, δεν εισθε λαος μου, εκει θελουσι καλεσθη υιοι Θεου ζωντος. | 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς· οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. |
27 Ο δε Ησαιας κραζει υπερ του Ισραηλ? Αν και ο αριθμος των υιων Ισραηλ ηναι ως η αμμος της θαλασσης, το υπολοιπον αυτων θελει σωθη? | 27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· |
28 διοτι θελει τελειωσει και συντεμει λογαριασμον μετα δικαιοσυνης, επειδη συντετμημενον λογαριασμον θελει καμει ο Κυριος επι της γης. | 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. |
29 Και καθως προειπεν ο Ησαιας? Εαν ο Κυριος Σαβαωθ δεν ηθελεν αφησει εις ημας σπερμα, ως τα Σοδομα ηθελομεν γεινει και με τα Γομορρα ηθελομεν ομοιωθη. | 29 καὶ καθὼς προείρηκεν Ἠσαΐας· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. |
30 Τι λοιπον θελομεν ειπει; Οτι τα εθνη τα μη ζητουντα δικαιοσυνην εφθασαν εις δικαιοσυνην, δικαιοσυνην δε την εκ πιστεως, | 30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως, |
31 ο δε Ισραηλ ζητων νομον δικαιοσυνης, εις νομον δικαιοσυνης δεν εφθασε. | 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. |
32 Δια τι; Επειδη δεν εζητει αυτην εκ πιστεως, αλλ' ως εκ των εργων του νομου? διοτι προσεκοψαν εις τον λιθον του προσκομματος, | 32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, |
33 καθως ειναι γεγραμμενον? Ιδου, θετω εν Σιων λιθον προσκομματος και πετραν σκανδαλου, και πας ο πιστευων επ' αυτον δεν θελει καταισχυνθη. | 33 καθὼς γέγραπται· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. |