Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera ai Romani - Romans 8


font
GREEK BIBLELXX
1 Δεν ειναι τωρα λοιπον ουδεμια κατακρισις εις τους εν Χριστω, Ιησου, τους μη περιπατουντας κατα την σαρκα, αλλα κατα το πνευμα.1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ.
2 Διοτι ο νομος του Πνευματος της ζωης εν Χριστω Ιησου με ηλευθερωσεν απο του νομου της αμαρτιας και του θανατου.2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
3 Επειδη το αδυνατον εις τον νομον, καθοτι ητο ανισχυρος δια της σαρκος, ο Θεος πεμψας τον εαυτου Υιον με ομοιωμα σαρκος αμαρτιας και περι αμαρτιας, κατεκρινε την αμαρτιαν εν τη σαρκι,3 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
4 δια να πληρωθη η δικαιοσυνη του νομου εις ημας τους μη περιπατουντας κατα την σαρκα, αλλα κατα το πνευμα?4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα.
5 διοτι οι ζωντες κατα την σαρκα τα της σαρκος φρονουσιν, οι δε κατα το πνευμα τα του πνευματος.5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
6 Επειδη το φρονημα της σαρκος ειναι θανατος, το δε φρονημα του πνευματος ζωη και ειρηνη?6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη·
7 διοτι το φρονημα της σαρκος ειναι εχθρα εις τον Θεον? επειδη εις τον νομον του Θεου δεν υποτασσεται? αλλ' ουδε δυναται?7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται·
8 οσοι δε ειναι της σαρκος δεν δυνανται να αρεσωσιν εις τον Θεον.8 οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.
9 Σεις ομως δεν εισθε της σαρκος, αλλα του πνευματος, εαν το Πνευμα του Θεου κατοικη εν υμιν. Αλλ' εαν τις δεν εχη το Πνευμα του Χριστου, ουτος δεν ειναι αυτου.9 Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
10 Εαν δε ο Χριστος ηναι εν υμιν, το μεν σωμα ειναι νεκρον δια την αμαρτιαν, το δε πνευμα ζωη δια την δικαιοσυνην.10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
11 Εαν δε κατοικη εν υμιν το Πνευμα του αναστησαντος τον Ιησουν εκ νεκρων, ο αναστησας τον Χριστον εκ νεκρων θελει ζωοποιησει και τα θνητα σωματα υμων δια του Πνευματος αυτου του κατοικουντος εν υμιν.11 εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.
12 Αρα λοιπον, αδελφοι, ειμεθα χρεωσται ουχι εις την σαρκα, ωστε να ζωμεν κατα σαρκα?12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν,
13 διοτι εαν ζητε κατα την σαρκα, μελλετε να αποθανητε? αλλ' εαν δια του Πνευματος θανατονητε τας πραξεις του σωματος, θελετε ζησει.13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
14 Επειδη οσοι διοικουνται υπο του Πνευματος του Θεου, ουτοι ειναι υιοι του Θεου.14 ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν.
15 Διοτι δεν ελαβετε πνευμα δουλειας, δια να φοβησθε παλιν, αλλ' ελαβετε πνευμα υιοθεσιας, δια του οποιου κραζομεν? Αββα, ο Πατηρ.15 οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· αββα ὁ πατήρ.
16 Αυτο το Πνευμα συμμαρτυρει με το πνευμα ημων οτι ειμεθα τεκνα Θεου.16 αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ.
17 Εαν δε τεκνα και κληρονομοι, κληρονομοι μεν Θεου, συγκληρονομοι δε Χριστου, εαν συμπασχωμεν, δια να γεινωμεν και συμμετοχοι της δοξης αυτου.17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.
18 Επειδη φρονω οτι τα παθηματα του παροντος καιρου δεν ειναι αξια να συγκριθωσι με την δοξαν την μελλουσαν να αποκαλυφθη εις ημας.18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
19 Διοτι η μεγαλη προσδοκια της κτισεως προσμενει την φανερωσιν των υιων του Θεου.19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται.
20 Επειδη η κτισις υπεταχθη εις την ματαιοτητα, ουχι εκουσιως, αλλα δια τον υποταξαντα αυτην,20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφ’ ἑλπίδι
21 επ' ελπιδι οτι και αυτη η κτισις θελει ελευθερωθη απο της δουλειας της φθορας και μεταβη εις την ελευθεριαν της δοξης των τεκνων του Θεου.21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.
22 Επειδη εξευρομεν οτι πασα η κτισις συστεναζει και συναγωνια εως του νυν?22 οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν·
23 και ουχι μονον αυτη, αλλα και αυτοι οιτινες εχομεν την απαρχην του Πνευματος, και ημεις αυτοι στεναζομεν εν εαυτοις περιμενοντες την υιοθεσιαν, την απολυτρωσιν του σωματος ημων.23 οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
24 Διοτι με την ελπιδα εσωθημεν? ελπις δε ητις βλεπεται δεν ειναι ελπις? διοτι εκεινο, το οποιον βλεπει τις, δια τι και ελπιζει;24 τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς ἐλπίζει;
25 Εαν δε ελπιζωμεν εκεινο, το οποιον δεν βλεπομεν, δια της υπομονης περιμενομεν αυτο.25 εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.
26 Ωσαυτως δε και το Πνευμα συμβοηθει εις τας ασθενειας ημων? επειδη το τι να προσευχηθωμεν ως πρεπει δεν εξευρομεν, αλλ' αυτο το Πνευμα ικετευει υπερ ημων δια στεναγμων αλαλητων?26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις·
27 ο δε ερευνων τας καρδιας εξευρει τι ειναι το φρονημα του Πνευματος, οτι κατα Θεον ικετευει υπερ των αγιων.27 ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
28 Εξευρομεν δε οτι παντα συνεργουσι προς το αγαθον εις τους αγαπωντας τον Θεον, εις τους κεκλημενους κατα τον προορισμον αυτου?28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
29 διοτι οσους προεγνωρισε, τουτους και προωρισε συμμορφους της εικονος του Υιου αυτου, δια να ηναι αυτος πρωτοτοκος μεταξυ πολλων αδελφων?29 ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·
30 οσους δε προωρισε, τουτους και εκαλεσε, και οσους εκαλεσε, τουτους και εδικαιωσε, και οσους εδικαιωσε, τουτους και εδοξασε.30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
31 Τι λοιπον θελομεν ειπει προς ταυτα; Εαν ο Θεος ηναι υπερ ημων, τις θελει εισθαι καθ' ημων;31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;
32 Επειδη οστις τον ιδιον εαυτου Υιον δεν εφεισθη, αλλα παρεδωκεν αυτον υπερ παντων ημων, πως και μετ' αυτου δεν θελει χαρισει εις ημας τα παντα;32 ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
33 Τις θελει εγκαλεσει τους εκλεκτους του Θεου; Θεος ειναι ο δικαιων?33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν·
34 τις θελει εισθαι ο κατακρινων; Χριστος ο αποθανων, μαλλον δε και αναστας, οστις και ειναι εν τη δεξια του Θεου, οστις και μεσιτευει υπερ ημων.34 τίς ὁ κατακρινῶν; Χριστὸς [Ἰησοῦς] ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
35 Τις θελει μας χωρισει απο της αγαπης του Χριστου; θλιψις η στενοχωρια η διωγμος η πεινα η γυμνοτης η κινδυνος η μαχαιρα;35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;
36 Καθως ειναι γεγραμμενον, Οτι ενεκα σου θανατουμεθα ολην την ημεραν. Ελογισθημεν ως προβατα σφαγης.36 καθὼς γέγραπται ὅτι
ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
37 Αλλ' εις παντα ταυτα υπερνικωμεν δια του αγαπησαντος ημας.37 ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
38 Επειδη ειμαι πεπεισμενος οτι ουτε θανατος ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε δυναμεις ουτε παροντα ουτε μελλοντα38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις
39 ουτε υψωμα ουτε βαθος ουτε αλλη τις κτισις θελει δυνηθη να χωριση ημας απο της αγαπης του Θεου της εν Χριστω Ιησου τω Κυριω ημων.39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.