Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Vangelo secondo Luca - Luke 17


font
GREEK BIBLELXX
1 Ειπε δε προς τους μαθητας? Αδυνατον ειναι να μη ελθωσι τα σκανδαλα? πλην ουαι εις εκεινον, δια του οποιου ερχονται.1 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δι’ οὗ ἔρχεται·
2 Συμφερει εις αυτον να κρεμασθη περι τον τραχηλον αυτου μυλου πετρα και να ριφθη εις την θαλασσαν, παρα να σκανδαλιση ενα των μικρων τουτων.2 λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
3 Προσεχετε εις εαυτους. Εαν δε ο αδελφος σου αμαρτηση εις σε, επιπληξον αυτον? και εαν μετανοηση, συγχωρησον αυτον.3 προσέχετε ἑαυτοῖς.
Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ.
4 και εαν επτακις της ημερας αμαρτηση εις σε, και επτακις της ημερας επιστρεψη προς σε λεγων? Μετανοω, θελεις συγχωρησει αυτον.4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.
5 Και ειπον οι αποστολοι προς τον Κυριον? Αυξησον εις ημας την πιστιν.5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· πρόσθες ἡμῖν πίστιν.
6 Ο δε Κυριος ειπεν? Εαν εχετε πιστιν ως κοκκον σιναπεως, ηθελετε ειπει εις την συκαμινον ταυτην, Εκριζωθητι και φυτευθητι εις την θαλασσαν? και ηθελε σας υπακουσει.6 εἶπεν δὲ ὁ κύριος· εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ [ταύτῃ]· ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 Τις δε απο σας εχων δουλον αροτριωντα η ποιμαινοντα, θελει ειπει προς αυτον, ευθυς αφου ελθη εκ του αγρου? Υπαγε, καθησον να φαγης,7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ· εὐθέως παρελθὼν ἀνάπεσε,
8 και δεν θελει ειπει προς αυτον? Ετοιμασον τι να δειπνησω, και περιζωσθεις υπηρετει με, εωσου φαγω και πιω, και μετα ταυτα θελεις φαγει και πιει συ;8 ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
9 Μηπως γνωριζει χαριν εις τον δουλον εκεινον, διοτι εκαμε τα διαταχθεντα εις αυτον; δεν μοι φαινεται.9 μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα;
10 Ουτω και σεις, οταν καμητε παντα τα διαταχθεντα εις εσας, λεγετε οτι δουλοι αχρειοι ειμεθα, επειδη εκαμαμεν ο, τι εχρεωστουμεν να καμωμεν.10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
11 Και οτε αυτος επορευετο εις την Ιερουσαλημ, διεβαινε δια μεσου της Σαμαρειας και Γαλιλαιας.11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας.
12 Και ενω εισηρχετο εις τινα κωμην, απηντησαν αυτον δεκα ανθρωποι λεπροι, οιτινες εσταθησαν μακροθεν,12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν [αὐτῷ] δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν
13 και αυτοι υψωσαν φωνην, λεγοντες? Ιησου, Επιστατα, ελεησον ημας.13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
14 Και ιδων ειπε προς αυτους? Υπαγετε και δειξατε εαυτους εις τους ιερεις. Και ενω, επορευοντο, εκαθαρισθησαν.14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
15 Εις δε εξ αυτων, ιδων οτι ιατρευθη, υπεστρεψε μετα φωνης μεγαλης δοξαζων τον Θεον,15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
16 και επεσε κατα προσωπον εις τους ποδας αυτου, ευχαριστων αυτον? και αυτος ητο Σαμαρειτης.16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
17 Αποκριθεις δε ο Ιησους ειπε? Δεν εκαθαρισθησαν οι δεκα; οι δε εννεα που ειναι;17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
18 Δεν ευρεθησαν αλλοι να υποστρεψωσι δια να δοξασωσι τον Θεον ειμη ο αλλογενης ουτος;18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
19 Και ειπε προς αυτον? Σηκωθεις υπαγε? η πιστις σου σε εσωσεν.19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
20 Ερωτηθεις δε υπο των Φαρισαιων, ποτε ερχεται η βασιλεια του Θεου, απεκριθη προς αυτους και ειπε? Δεν ερχεται η βασιλεια του Θεου ουτως ωστε να παρατηρηται?20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
21 ουδε θελουσιν ειπει? Ιδου, εδω ειναι, η Ιδου εκει? διοτι ιδου, η βασιλεια του Θεου ειναι εντος υμων.21 οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἤ· ἐκεῖ, ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
22 Ειπε δε προς τους μαθητας? θελουσιν ελθει ημεραι, οτε θελετε επιθυμησει να ιδητε μιαν των ημερων του Υιου του ανθρωπου, και δεν θελετε ιδει.22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε.
23 και θελουσι σας ειπει? Ιδου, εδω ειναι, η Ιδου εκει? μη υπαγητε μηδ' ακολουθησητε.23 καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ἐκεῖ, [ἤ·] ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε.
24 Διοτι ως η αστραπη η αστραπτουσα εκ της υπ' ουρανον λαμπει εις την υπ' ουρανον, ουτω θελει εισθαι και ο Υιος του ανθρωπου εν τη ημερα αυτου.24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [ἐν τῇ ἡμέρᾳ αὐτοῦ].
25 Πρωτον ομως πρεπει αυτος να παθη πολλα και να καταφρονηθη απο της γενεας ταυτης.25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
26 Και καθως εγεινεν εν ταις ημεραις του Νωε, ουτω θελει εισθαι και εν ταις ημεραις του Υιου του ανθρωπου?26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
27 ετρωγον, επινον, ενυμφευον, ενυμφευοντο, μεχρι της ημερας καθ' ην ο Νωε εισηλθεν εις την κιβωτον, και ηλθεν ο κατακλυσμος και απωλεσεν απαντας.27 ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
28 Ομοιως και καθως εγεινεν εν ταις ημεραις του Λωτ? ετρωγον, επινον, ηγοραζον, επωλουν, εφυτευον, ωκοδομουν?28 Ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
29 καθ' ην δε ημεραν εξηλθεν ο Λωτ απο Σοδομων, εβρεξε πυρ και θειον απ' ουρανου και απωλεσεν απαντας.29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας.
30 Ωσαυτως θελει εισθαι καθ' ην ημεραν ο Υιος του ανθρωπου θελει φανερωθη.30 κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
31 Κατ' εκεινην την ημεραν οστις ευρεθη επι του δωματος και τα σκευη αυτου εν τη οικια, ας μη καταβη δια να λαβη αυτα, και οστις εν τω αγρω ομοιως ας μη επιστρεψη εις τα οπισω.31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
32 Ενθυμεισθε την γυναικα του Λωτ.32 μνημονεύετε τῆς γυναικὸς Λώτ.
33 Οστις ζητηση να σωση την ζωην αυτου, θελει απολεσει αυτην, και οστις απολεση αυτην, θελει διαφυλαξει αυτην.33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ’ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν.
34 Σας λεγω, Εν τη νυκτι εκεινη θελουσιν εισθαι δυο επι μιας κλινης, ο εις παραλαμβανεται και ο αλλος αφινεται?34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
35 δυο γυναικες θελουσιν αλεθει ομου, η μια παραλαμβανεται και η αλλη αφινεται?35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.
36 δυο θελουσιν εισθαι εν τω αγρω, ο εις παραλαμβανεται και ο αλλος αφινεται.
37 Και αποκριθεντες λεγουσι προς αυτον? Που, Κυριε; Ο δε ειπε προς αυτους? Οπου ειναι το σωμα, εκει θελουσι συναχθη οι αετοι.37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.