ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 7
Confronta con un'altra Bibbia
Cambia Bibbia
| GREEK BIBLE | Biblija Hrvatski |
|---|---|
| 1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ | 1 I ja sam smrtnik, kao i svi ostali, i potomak prvog bića od zemlje načinjena i oblikovan kao tijelo u utrobi majčinoj, |
| 2 δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης | 2 u deset mjeseci, stisnut u krvi, iz sjemena muževljeva i slasti družice u spavanju. |
| 3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων | 3 I ja sam, došavši na svijet, udahnuo zajednički zrak i pao na zemlju koja nas sve nosi, i plač mi je bio prvi glas kao i svima ostalima. |
| 4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν | 4 U pelenama bijah odgajan i u brigama, |
| 5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν | 5 jer nijedan kralj nije drukčije postao niti na svijet došao. |
| 6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση | 6 Jer za sve postoji jedan ulazak u život, a tako i jedan izlazak. |
| 7 διὰ τοῦτο εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἦλθέν μοι πνεῦμα σοφίας | 7 Zato se pomolih i razbor dobih; zavapih i primih duh mudrosti. |
| 8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς | 8 Zavoljeh je više nego žezla i prijestolja i ništa ne cijenih bogatstvo u usporedbi s njom. |
| 9 οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς | 9 Nisam je htio uspoređivati ni sa draguljima, jer je sve zlato pred njom kao malo pijeska, a srebro je prema njoj kao blato. |
| 10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος | 10 Ljubio sam je više od zdravlja i ljepote i zavolio više od svjetlosti, jer njezin sjaj bez prestanka svijetli. |
| 11 ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς | 11 A s njome su mi došla sva dobra i od ruku njezinih blago nebrojeno. |
| 12 εὐφράνθην δὲ ἐπὶ πᾶσιν ὅτι αὐτῶν ἡγεῖται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων | 12 I svemu sam se tome radovao, jer mudrost sve donosi; još nisam znao da je ona roditeljka svega toga. |
| 13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι | 13 I ono što naučih bez primisli, to bez zavisti predajem, bogatstva njezina ne skrivam. |
| 14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες | 14 Ona je neiscrpljiva riznica ljudima, i koji se njome služe, postaju prijatelji Božji, preporučeni darovima njezina nauka. |
| 15 ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής | 15 Zato neka mi dade Bog govoriti kako me svjetova i misliti misli dostojne darova njegovih, jer on je vođa mudrosti i upravlja mudracima. |
| 16 ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη | 16 U njegovoj smo ruci mi i riječi naše, sa svim našim razborom i umijećem. |
| 17 αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων | 17 On mi je podario istinsku znanost o svemu što jest, naučio me sustavu svijeta i svojstvima prapočela; |
| 18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν | 18 početku, svršetku i sredini vremena, izmjeni suncovrata i slijedu godišnjih doba, |
| 19 ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις | 19 tijeku godina i položaju zvijezda; |
| 20 φύσεις ζῴων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν | 20 naravi životinja i nagonima divljih zvijeri, moći duhova i mislima ljudskim, različnosti biljaka i ljekovitosti korijenja. |
| 21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία | 21 I spoznadoh sve što god je tajno i javno, jer me poučavaše mudrost, umjetnica u svemu. |
| 22 ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ | 22 Jer u nje je duh razborit, svet, jedinstven, mnogostran, tanan, okretan, pronicav, neoskvrnjen, jasan, nepristran, dobrohotan, oštar |
| 23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων | 23 nezaprečiv, dobrotvoran, čovjekoljubiv, postojan, pouzdan, bezbrižan, svemoćan, svenadzoran, što prodire kroza sve duše, mudre, čiste i najtanje. |
| 24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα | 24 Jer je mudrost gibljivija od svakog gibanja, ona proniče i prožima sve svojom čistoćom. |
| 25 ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει | 25 Jer je ona dah sile Božje i čist odvir slave Svemogućeg; zato je ništa nečisto ne može oskvrnuti. |
| 26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ | 26 Ona je odsjev vječne svjetlosti i zrcalo čisto djela Božjeg, i slika dobrote njegove. |
| 27 μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει | 27 Jedna je, a može sve, i, ostajući u sebi, sve obnavlja. Ona prelazi od naraštaja do naraštaja u duše svete i čini od njih Božje prijatelje i proroke. |
| 28 οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα | 28 Jer Bog ne ljubi nikoga osim onoga tko se druži s mudrošću. |
| 29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα 30τοῦτο μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία | 29 Ona je od sunca sjajnija i nad sve zviježđe uzvišena; uspoređena sa svjetlošću, ona je nadmašuje: |
| 30 εν ολη δυναμει αγαπησον τον ποιησαντα σε και τους λειτουργους αυτου μη εγκαταλιπης | 30 jer svjetlost ustupa mjesto noći, dok zloća nema moći protiv mudrosti. |
| 31 φοβου τον κυριον και δοξασον ιερεα και δος την μεριδα αυτω καθως εντεταλται σοι απαρχην και περι πλημμελειας και δοσιν βραχιονων και θυσιαν αγιασμου και απαρχην αγιων | |
| 32 και πτωχω εκτεινον την χειρα σου ινα τελειωθη η ευλογια σου | |
| 33 χαρις δοματος εναντι παντος ζωντος και επι νεκρω μη αποκωλυσης χαριν | |
| 34 μη υστερει απο κλαιοντων και μετα πενθουντων πενθησον | |
| 35 μη οκνει επισκεπτεσθαι αρρωστον ανθρωπον εκ γαρ των τοιουτων αγαπηθηση | |
| 36 εν πασι τοις λογοις σου μιμνησκου τα εσχατα σου και εις τον αιωνα ουχ αμαρτησεις |
ITALIANO
ENGLISH
ESPANOL
FRANCAIS
LATINO
PORTUGUES
DEUTSCH
MAGYAR
Ελληνική
לשון עברית
عَرَبيْ