Scrutatio

Sabato, 4 maggio 2024 - San Ciriaco ( Letture di oggi)

Jude 1


font
NEW AMERICAN BIBLELXX
1 Jude, a slave of Jesus Christ and brother of James, to those who are called, beloved in God the Father and kept safe for Jesus Christ:1 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
2 may mercy, peace, and love be yours in abundance.2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3 Beloved, although I was making every effort to write to you about our common salvation, I now feel a need to write to encourage you to contend for the faith that was once for all handed down to the holy ones.3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4 For there have been some intruders, who long ago were designated for this condemnation, godless persons, who pervert the grace of our God into licentiousness and who deny our only Master and Lord, Jesus Christ.4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5 I wish to remind you, although you know all things, that (the) Lord who once saved a people from the land of Egypt later destroyed those who did not believe.5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
6 The angels too, who did not keep to their own domain but deserted their proper dwelling, he has kept in eternal chains, in gloom, for the judgment of the great day.6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν,
7 Likewise, Sodom, Gomorrah, and the surrounding towns, which, in the same manner as they, indulged in sexual promiscuity and practiced unnatural vice, serve as an example by undergoing a punishment of eternal fire.7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8 Similarly, these dreamers nevertheless also defile the flesh, scorn lordship, and revile glorious beings.8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν.
9 Yet the archangel Michael, when he argued with the devil in a dispute over the body of Moses, did not venture to pronounce a reviling judgment upon him but said, "May the Lord rebuke you!"9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλ’ εἶπεν· ἐπιτιμήσαι σοι κύριος.
10 But these people revile what they do not understand and are destroyed by what they know by nature like irrational animals.10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11 Woe to them! They followed the way of Cain, abandoned themselves to Balaam's error for the sake of gain, and perished in the rebellion of Korah.11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
12 These are blemishes on your love feasts, as they carouse fearlessly and look after themselves. They are waterless clouds blown about by winds, fruitless trees in late autumn, twice dead and uprooted.12 οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,
13 They are like wild waves of the sea, foaming up their shameless deeds, wandering stars for whom the gloom of darkness has been reserved forever.13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
14 Enoch, of the seventh generation from Adam, prophesied also about them when he said, "Behold, the Lord has come with his countless holy ones14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ
15 to execute judgment on all and to convict everyone for all the godless deeds that they committed and for all the harsh words godless sinners have uttered against him."15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16 These people are complainers, disgruntled ones who live by their desires; their mouths utter bombast as they fawn over people to gain advantage.16 οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 But you, beloved, remember the words spoken beforehand by the apostles of our Lord Jesus Christ,17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
18 for they told you, "In (the) last time there will be scoffers who will live according to their own godless desires."18 ὅτι ἔλεγον ὑμῖν ἐπ’ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19 These are the ones who cause divisions; they live on the natural plane, devoid of the Spirit.19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
20 But you, beloved, build yourselves up in your most holy faith; pray in the holy Spirit.20 Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
21 Keep yourselves in the love of God and wait for the mercy of our Lord Jesus Christ that leads to eternal life.21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
22 On those who waver, have mercy;22 καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
23 save others by snatching them out of the fire; on others have mercy with fear, abhorring even the outer garment stained by the flesh.23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 To the one who is able to keep you from stumbling and to present you unblemished and exultant, in the presence of his glory,24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25 to the only God, our savior, through Jesus Christ our Lord be glory, majesty, power, and authority from ages past, now, and for ages to come. Amen.25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν.