Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Apocalisse - Revelation 20


font
LXXGREEK BIBLE
1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.1 Και ειδον αγγελον καταβαινοντα εκ του ουρανου, οστις ειχε το κλειδιον της αβυσσου και αλυσιν μεγαλην εν τη χειρι αυτου.
2 καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν Διάβολος καὶ ὁ Σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη2 Και επιασε τον δρακοντα, τον οφιν τον αρχαιον, οστις ειναι Διαβολος και Σατανας, και εδεσεν αυτον χιλια ετη,
3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.3 και ερριψεν αυτον εις την αβυσσον και εκλεισεν αυτον και εσφραγισεν επανω αυτου, δια να μη πλανηση τα εθνη πλεον, εωσου πληρωθωσι τα χιλια ετη? και μετα ταυτα πρεπει να λυθη ολιγον καιρον.
4 Καὶ εἶδον θρόνους καὶ ἐκάθισαν ἐπ’ αὐτοὺς καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν. καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη.4 Και ειδον θρονους, και εκαθησαν επ ' αυτων, και κρισις εδοθη εις αυτους και ειδον τας ψυχας των πεπελεκισμενων δια την μαρτυριαν του Ιησου και δια τον λογον του Θεου, και οιτινες δεν προσεκυνησαν το θηριον ουτε την εικονα αυτου, και δεν ελαβον το χαραγμα επι το μετωπον αυτων και επι την χειρα αυτων? και εζησαν και εβασιλευσαν μετα του Χριστου τα χιλια ετη.
5 οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη.
Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
5 Οι δε λοιποι των νεκρων δεν ανεζησαν, εωσου πληρωθωσι τα χιλια ετη. Αυτη ειναι η αναστασις η πρωτη.
6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ βασιλεύσουσιν μετ’ αὐτοῦ [τὰ] χίλια ἔτη.6 Μακαριος και αγιος, οστις εχει μερος εις την πρωτην αναστασιν? επι τουτων ο θανατος ο δευτερος δεν εχει εξουσιαν, αλλα θελουσιν εισθαι ιερεις του Θεου και του Χριστου και θελουσι βασιλευσει μετ' αυτου χιλια ετη.
7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ7 Και οταν πληρωθωσι τα χιλια ετη, θελει λυθη ο Σατανας εκ της φυλακης αυτου,
8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.8 και θελει εξελθει, δια να πλανηση τα εθνη τα εις τας τεσσαρας γωνιας της γης, τον Γωγ και τον Μαγωγ, δια να συναξη αυτους εις πολεμον, των οποιων ο αριθμος ειναι ως η αμμος της θαλασσης.
9 καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς.9 Και ανεβησαν επι το πλατος της γης και περιεκυκλωσαν το στρατοπεδον των αγιων και την πολιν την ηγαπημενην? και κατεβη πυρ απο του Θεου εκ του ουρανου και κατεφαγεν αυτους?
10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.10 και ο διαβολος ο πλανων αυτους ερριφθη εις την λιμνην του πυρος και του θειου, οπου ειναι το θηριον και ο ψευδοπροφητης, και θελουσι βασανιζεσθαι ημεραν και νυκτα εις τους αιωνας των αιωνων.
11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ’ αὐτόν, οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανὸς καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.11 Και ειδον θρονον λευκον μεγαν και τον καθημενον επ' αυτου, απο προσωπου του οποιου εφυγεν η γη και ο ουρανος, και δεν ευρεθη τοπος δι' αυτα.
12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου. καὶ βιβλία ἠνοίχθησαν, καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς, καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.12 Και ειδον τους νεκρους, μικρους και μεγαλους, ισταμενους ενωπιον του Θεου, και τα βιβλια ηνοιχθησαν? και βιβλιον αλλο ηνοιχθη, το οποιον ειναι της ζωης? και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοις βιβλιοις κατα τα εργα αυτων.
13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.13 Και εδωκεν η θαλασσα τους εν αυτη νεκρους, και ο θανατος και ο αδης εδωκαν τους εν αυτοις νεκρους, και εκριθησαν εκαστος κατα τα εργα αυτων.
14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.14 Και ο θανατος και ο αδης ερριφθησαν εις την λιμνην του πυρος? ουτος ειναι ο δευτερος θανατος.
15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.15 Και οστις δεν ευρεθη γεγραμμενος εν τω βιβλιω της ζωης, ερριφθη εις την λιμνην του πυρος.