Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Apocalisse - Revelation 18


font
LXXGREEK BIBLE
1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.1 Και μετα ταυτα ειδον αγγελον καταβαινοντα εκ του ουρανου, οστις ειχεν εξουσιαν μεγαλην, και η γη εφωτισθη εκ της δοξης αυτου,
2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων·
ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου [καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου] καὶ μεμισημένου,
2 και εκραξε δυνατα μετα φωνης μεγαλης, λεγων? Επεσεν, επεσε Βαβυλων η μεγαλη, και εγεινε κατοικητηριον δαιμονων και φυλακη παντος πνευματος ακαθαρτου και φυλακη παντος ορνεου ακαθαρτου και μισητου?
3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.3 διοτι εκ του οινου του θυμου της πορνειας αυτης επιον παντα τα εθνη, και οι βασιλεις της γης επορνευσαν μετ' αυτης και οι εμποροι της γης επλουτησαν εκ της υπερβολης της εντρυφησεως αυτης.
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν·
ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε,
4 Και ηκουσα αλλην φωνην εκ του ουρανου, λεγουσαν? Εξελθετε εξ αυτης ο λαος μου, δια να μη συγκοινωνησητε εις τας αμαρτιας αυτης, και να μη λαβητε εκ των πληγων αυτης?
5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.5 διοτι αι αμαρτιαι αυτης εφθασαν εως του ουρανου, και ενεθυμηθη ο Θεος τα αδικηματα αυτης.
6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς, ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν,6 Αποδοτε εις αυτην ως και αυτη απεδωκεν εις εσας, και διπλασιασατε εις αυτην διπλασια κατα τα εργα αυτης? με το ποτηριον, με το οποιον εκερασε, διπλασιον κερασατε εις αυτην?
7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω.7 οσον εδοξασεν εαυτην και κατετρυφησε, τοσον βασανισμον και πενθος δοτε εις αυτην. Διοτι λεγει εν τη καρδια αυτης, Καθημαι βασιλισσα και χηρα δεν ειμαι και πενθος δεν θελω ιδει,
8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.8 δια τουτο εν μια ημερα θελουσιν ελθει αι πληγαι αυτης, θανατος και πενθος και πεινα, και θελει κατακαυθη εν πυρι? διοτι ισχυρος ειναι Κυριος ο Θεος ο κρινων αυτην.
9 Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,9 Και θελουσι κλαυσει αυτην και πενθησει δι' αυτην οι βασιλεις της γης, οι πορνευσαντες και κατατρυφησαντες μετ' αυτης, οταν βλεπωσι τον καπνον της πυρπολησεως αυτης,
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά,
ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
10 απο μακροθεν ισταμενοι δια τον φοβον του βασανισμου αυτης, λεγοντες? Ουαι, ουαι, η πολις η μεγαλη, Βαβυλων, η πολις η ισχυρα, διοτι εν μια ωρα ηλθεν η κρισις σου.
11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ’ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι11 Και οι εμποροι της γης κλαιουσι και πενθουσι δι' αυτην, διοτι ουδεις αγοραζει πλεον τας πραγματειας αυτων,
12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,12 πραγματειας χρυσου και αργυρου και λιθων τιμιων και μαργαριτων και βυσσου και πορφυρας και μεταξης και κοκκινου και παν ξυλον αρωματικον και παν σκευος ελεφαντινον και παν σκευος εκ ξυλου πολυτιμου και χαλκου και σιδηρου και μαρμαρου,
13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.13 και κιναμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και κτηνη και προβατα και ιππους και αμαξας και ανδραποδα και ψυχας ανθρωπων.
14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ
καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
14 Και τα οπωρικα της επιθυμιας της ψυχης σου εφυγον απο σου, και παντα τα παχεα και τα λαμπρα εφυγον απο σου, και πλεον δεν θελεις ευρει αυτα.
15 Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ’ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες15 Οι εμποροι τουτων, οι πλουτησαντες απ' αυτης, θελουσι σταθη απο μακροθεν δια τον φοβον του βασανισμου αυτης, κλαιοντες και πενθουντες,
16 λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον
καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ,
16 και λεγοντες? Ουαι, ουαι, η πολις η μεγαλη? η ενδεδυμενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενη με χρυσον και λιθους τιμιους και μαργαριτας,
17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
17 διοτι εν μια ωρα ηρημωθη ο τοσουτος πλουτος. Και πας πλοιαρχος και παν το πληθος το επι των πλοιων και ναυται και οσοι εμπορευονται δια της θαλασσης, εσταθησαν απο μακροθεν,
18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;18 και εκραζον βλεποντες τον καπνον της πυρπολησεως αυτης, λεγοντες? Ποια πολις εσταθη ομοια με την πολιν την μεγαλην;
19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
19 Και εβαλον χωμα επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες, λεγοντες? Ουαι, ουαι, η πολις η μεγαλη, εν η επλουτησαν εκ της αφθονιας αυτης παντες οι εχοντες πλοια εν τη θαλασση? διοτι εν μια ωρα ηρημωθη.
20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανὲ
καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
20 Ευφραινου επ' αυτην, ουρανε, και οι αγιοι αποστολοι και οι προφηται, διοτι εκρινεν ο Θεος την κρισιν σας εναντιον αυτης.
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων·
οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις
καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
21 Και εσηκωσεν εις αγγελος ισχυρος λιθον, ως μυλοπετραν μεγαλην, και ερριψεν εις την θαλασσαν, λεγων? Ουτω με ορμην θελει ριφθη η Βαβυλων η μεγαλη πολις, και δεν θελει ευρεθη πλεον.
22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
22 Και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων δεν θελει ακουσθη πλεον εν σοι, και πας τεχνιτης πασης τεχνης δεν θελει ευρεθη πλεον εν σοι, και φωνη μυλου δεν θελει ακουσθη πλεον εν σοι,
23 καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·
ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
23 και φως λυχνου δεν θελει φεγγει πλεον εν σοι, και φωνη νυμφιου και νυμφης δεν θελει ακουσθη πλεον εν σοι? διοτι οι εμποροι σου ησαν οι μεγιστανες της γης, διοτι με την γοητειαν σου επλανηθησαν παντα τα εθνη,
24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη
καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
24 και εν αυτη ευρεθη αιμα προφητων και αγιων και παντων των εσφαγμενων επι της γης.