Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Prima lettera di Pietro - 1 Peter 5


font
LXXGREEK BIBLE
1 Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·1 Τους μεταξυ σας πρεσβυτερους παρακαλω εγω ο συμπρεσβυτερος και μαρτυς των παθηματων του Χριστου, ο και κοινωνος της δοξης, ητις μελλει να αποκαλυφθη,
2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλ’ ἑκουσίως κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,2 ποιμανατε το μεταξυ σας ποιμνιον του Θεου, επισκοπουντες μη αναγκαστικως αλλ' εκουσιως, μηδε αισχροκερδως αλλα προθυμως,
3 μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·3 μηδε ως κατακυριευοντες την κληρονομιαν του Θεου, αλλα τυποι γινομενοι του ποιμνιου.
4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.4 Και οταν φανερωθη ο αρχιποιμην, θελετε λαβει τον αμαραντινον στεφανον της δοξης.
5 ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.5 Ομοιως οι νεωτεροι υποταχθητε εις τους πρεσβυτερους. Παντες δε υποτασσομενοι εις αλληλους ενδυθητε την ταπεινοφροσυνην? διοτι ο Θεος αντιτασσεται εις τους υπερηφανους, εις δε τους ταπεινους διδει χαριν.
6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,6 Ταπεινωθητε λοιπον υπο την κραταιαν χειρα του Θεου, δια να σας υψωση εν καιρω,
7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.7 και πασαν την μεριμναν υμων ριψατε επ' αυτον, διοτι αυτος φροντιζει περι υμων.
8 νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν·8 Εγκρατευθητε, αγρυπνησατε? διοτι ο αντιδικος σας διαβολος ως λεων ωρυομενος περιερχεται ζητων τινα να καταπιη?
9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.9 εις τον οποιον αντισταθητε μενοντες στερεοι εις την πιστιν, εξευροντες οτι τα αυτα παθηματα γινονται εις τους αδελφους σας τους εν τω κοσμω.
10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει.10 Ο δε Θεος πασης χαριτος, οστις εκαλεσεν ημας εις την αιωνιον αυτου δοξαν δια του Χριστου Ιησου, αφου παθητε ολιγον, αυτος να σας τελειοποιηση, στηριξη, ενισχυση, θεμελιωση.
11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.11 Εις αυτον ειη η δοξα και το κρατος εις τους αιωνας των αιωνων? αμην.
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν στῆτε.12 Σας εγραψα εν βραχυλογια δια του Σιλουανου του πιστου αδελφου, ως φρονω, προτρεπων και επιμαρτυρων οτι αυτη ειναι η αληθινη χαρις του Θεου, εις την οποιαν στεκεσθε.
13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.13 Σας ασπαζεται η εν Βαβυλωνι συνεκλεκτη εκκλησια και Μαρκος, ο υιος μου.
14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.14 Ασπασθητε αλληλους εν φιληματι αγαπης. Ειρηνη εις παντας υμας τους εν Χριστω Ιησου? αμην.