Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera agli Ebrei - Hebrews 9


font
LXXGREEK BIBLE
1 Εἶχεν μὲν οὖν [καὶ] ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.1 Ειχε μεν λοιπον και η πρωτη σκηνη διαταξεις λατρειας και το αγιον το κοσμικον.
2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·2 Διοτι κατεσκευασθη σκηνη η πρωτη, εις την οποιαν ητο και η λυχνια και η τραπεζα και η προθεσις των αρτων, ητις λεγεται Αγια.
3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,3 Μετα δε το δευτερον καταπετασμα ητο σκηνη η λεγομενη Αγια αγιων,
4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,4 εχουσα χρυσουν θυμιατηριον και την κιβωτον της διαθηκης πανταχοθεν περικεκαλυμμενην με χρυσιον, εν η ητο σταμνος χρυση, εχουσα το μαννα, και η ραβδος του Ααρων η βλαστησασα και αι πλακες της διαθηκης,
5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.5 υπερανω δε αυτης ησαν Χερουβειμ δοξης κατασκιαζοντα το ιλαστηριον? περι των οποιων δεν ειναι τωρα χρεια να λεγωμεν κατα μερος.
6 Τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,6 Οντων δε τουτων ουτω κατεσκευασμενων, εις μεν την πρωτην σκηνην εισερχονται διαπαντος οι ιερεις εκτελουντες τας λατρειας,
7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,7 εις δε την δευτεραν απαξ του ενιαυτου εισερχεται μονος ο αρχιερευς, ουχι χωρις αιματος, το οποιον προσφερει υπερ εαυτου και των εξ αγνοιας αμαρτηματων του λαου,
8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,8 και τουτο εδηλοποιει το Πνευμα το Αγιον, οτι δεν ητο πεφανερωμενη η εις τα αγια οδος, επειδη η πρωτη σκηνη ιστατο ετι?
9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,9 ητις ητο τυπος εις τον τοτε παροντα καιρον, καθ' ον προσεφεροντο δωρα και θυσιαι, αιτινες δεν ηδυναντο να καμωσι τελειον κατα την συνειδησιν τον λατρευοντα,
10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.10 επειδη ησαν διατεταγμενα μονον εις βρωματα και ποματα και διαφορους βαπτισμους και διαταξεις σαρκικας, μεχρι καιρου διορθωσεως.
11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως,11 Ελθων δε ο Χριστος αρχιερευς των μελλοντων αγαθων δια της μεγαλητερας και τελειοτερας σκηνης, ουχι χειροποιητου, τουτεστιν ουχι ταυτης της κατασκευης,
12 οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος.12 ουδε δι' αιματος τραγων και μοσχων, αλλα δια του ιδιου αυτου αιματος, εισηλθεν απαξ εις τα αγια, αποκτησας αιωνιαν λυτρωσιν.
13 εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,13 Διοτι εαν το αιμα των ταυρων και τραγων και η σποδος της δαμαλεως ραντιζουσα τους μεμολυσμενους αγιαζη προς την καθαροτητα της σαρκος,
14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.14 ποσω μαλλον το αιμα του Χριστου, οστις δια του Πνευματος του αιωνιου προσεφερεν εαυτον αμωμον εις τον Θεον, θελει καθαρισει την συνειδησιν σας απο νεκρων εργων εις το να λατρευητε τον ζωντα Θεον;
15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.15 Και δια τουτο ειναι μεσιτης διαθηκης καινης, ινα δια του θανατου, οστις εγεινε προς απολυτρωσιν των επι της πρωτης διαθηκης παραβασεων, λαβωσιν οι κεκλημενοι την επαγγελιαν της αιωνιου κληρονομιας.
16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·16 Διοτι οπου ειναι διαθηκη, αναγκη να υπαρχη θανατος εκεινου, οστις εκαμε την διαθηκην?
17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.17 διοτι η διαθηκη επι τεθνεωτων ειναι βεβαια, επειδη ποτε δεν ισχυει, ενοσω ζη ο διαθετης.
18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·18 Οθεν ουδε η πρωτη δεν ητο εγκαινιασμενη χωρις αιματος?
19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων [καὶ τῶν τράγων] μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν19 διοτι αφου πασα εντολη του νομου ελαληθη υπο του Μωυσεως προς παντα τον λαον, λαβων το αιμα των μοσχων και των τραγων με υδωρ και μαλλιον κοκκινον και υσσωπον, ερραντισε και αυτο το βιβλιον και παντα τον λαον,
20 λέγων·
τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός.
20 λεγων? Τουτο ειναι το αιμα της διαθηκης, την οποιαν διεταξεν εις εσας ο Θεος?
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν.21 και την σκηνην δε και παντα τα σκευη της υπηρεσιας με το αιμα ομοιως ερραντισε.
22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.22 Και σχεδον με αιμα καθαριζονται παντα κατα τον νομον, και χωρις χυσεως αιματος δεν γινεται αφεσις.
23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας.23 Αναγκη λοιπον ητο οι μεν τυποι των επουρανιων να καθαριζωνται δια τουτων, αυτα ομως τα επουρανια με θυσιας ανωτερας παρα ταυτας.
24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·24 Διοτι ο Χριστος δεν εισηλθεν εις χειροποιητα αγια, αντιτυπα των αληθινων, αλλ' εις αυτον τον ουρανον, δια να εμφανισθη τωρα ενωπιον του Θεου υπερ ημων?
25 οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ,25 ουδε δια να προσφερη πολλακις εαυτον, καθως ο αρχιερευς εισερχεται εις τα αγια κατ' ενιαυτον με ξενον αιμα?
26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν [τῆς] ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.26 διοτι επρεπε τοτε πολλακις να παθη απο καταβολης κοσμου? τωρα δε απαξ εις το τελος των αιωνων εφανερωθη, δια να αθετηση την αμαρτιαν δια της θυσιας εαυτου.
27 καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,27 Και καθως ειναι αποφασισμενον εις τους ανθρωπους απαξ να αποθανωσι, μετα δε τουτο ειναι κρισις,
28 οὕτως καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.28 ουτω και ο Χριστος, απαξ προσφερθεις δια να σηκωση τας αμαρτιας πολλων, θελει φανη εκ δευτερου χωρις αμαρτιας εις τους προσμενοντας αυτον δια σωτηριαν.