Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera agli Ebrei - Hebrews 3


font
LXXGREEK BIBLE
1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,1 Οθεν, αδελφοι αγιοι, ουρανιου προσκλησεως μετοχοι, κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων τον Ιησουν Χριστον,
2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν [ὅλῳ] τῷ οἴκῳ αὐτοῦ.2 οστις ητο πιστος εις τον καταστησαντα αυτον, καθως και ο Μωυσης εις ολον τον οικον αυτου.
3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·3 Επειδη ουτος ηξιωθη πλειοτερας δοξης παρα τον Μωυσην, καθ' οσον εχει τιμην πλειοτεραν παρα τον οικον ο κατασκευασας αυτον.
4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.4 Διοτι πας οικος κατασκευαζεται υπο τινος, ο δε κατασκευασας τα παντα ειναι ο Θεος.
5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,5 Και ο μεν Μωυσης υπηρξε πιστος εις ολον τον οικον αυτου ως θεραπων, εις μαρτυριαν των λαληθησομενων,
6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν[περ] τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.6 ο δε Χριστος ως Υιος επι τον οικον αυτου, του οποιου ημεις ειμεθα οικος, εαν κρατησωμεν μεχρι τελους βεβαιαν την παρρησιαν και το καυχημα της ελπιδος.
7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον·
σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
7 Δια τουτο, καθως λεγει το Πνευμα το Αγιον? Σημερον, εαν ακουσητε της φωνης αυτου,
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
8 μη σκληρυνητε τας καρδιας σας ως εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω,
9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ
καὶ εἶδον τὰ ἔργα μου
9 οπου οι πατερες σας με επειραααν, με εδοκιμασαν και ειδον τα εργα μου τεσσαρακοντα ετη?
10 τεσσεράκοντα ἔτη·
διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ
καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ,
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
10 δια τουτο δυσηρεστηθην εις την γενεαν εκεινην και ειπον? Παντοτε πλανωνται εν τη καρδια αυτων και αυτοι δεν εγνωρισαν τας οδους μου?
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου·
εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
11 ουτως ωμοσα εν τη οργη μου, δεν θελουσιν εισελθει εις την καταπαυσιν μου?
12 Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,12 προσεχετε, αδελφοι, να μη υπαρχη εις μηδενα απο σας πονηρα καρδια απιστιας, ωστε να αποστατηση απο Θεου ζωντος,
13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας –13 αλλα προτρεπετε αλληλους καθ' εκαστην ημεραν, ενοσω ονομαζεται το σημερον, δια να μη σκληρυνθη τις εξ υμων δια της απατης της αμαρτιας?
14 μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν –14 διοτι μετοχοι εγειναμεν του Χριστου, εαν κρατησωμεν μεχρι τελους βεβαιαν την αρχην της πεποιθησεως,
15 ἐν τῷ λέγεσθαι·
σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
15 ενω λεγεται? Σημερον, εαν ακουσητε της φωνης αυτου, μη σκληρυνητε τας καρδιας σας ως εν τω παραπικρασμω.
16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;16 Διοτι τινες, αφου ηκουσαν, παρεπικραναν αυτον αλλ' ουχι παντες οι εξελθοντες εξ Αιγυπτου δια του Μωυσεως.
17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;17 Εις τινας δε παρωργισθη τεσσαρακοντα ετη; ουχι εις τους αμαρτησαντας, των οποιων τα κωλα επεσον εν τη ερημω;
18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;18 Προς τινας δε ωμοσεν οτι δεν θελουσιν εισελθει εις την καταπαυσιν αυτου, ειμη προς τους απειθησαντας;
19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.19 Και βλεπομεν οτι δια απιστιαν δεν ηδυνηθησαν να εισελθωσι.