Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera agli Ebrei - Hebrews 11


font
LXXGREEK BIBLE
1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.1 Ειναι δε η πιστις ελπιζομενων πεποιθησις, βεβαιωσις πραγματων μη βλεπομενων.
2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.2 Διοτι δια ταυτης ελαβον καλην μαρτυριαν οι πρεσβυτεροι.
3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.3 Δια πιστεως εννοουμεν οτι οι αιωνες εκτιθησαν με τον λογον του Θεου, ωστε τα βλεπομενα δεν εγειναν εκ φαινομενων.
4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.4 Δια πιστεως ο Αβελ προσεφερε προς τον Θεον καλητεραν θυσιαν παρα τον Καιν, δια της οποιας εμαρτυρηθη οτι ητο δικαιος, επειδη ο Θεος εδωκε μαρτυριαν περι των δωρων αυτου, και δι ' αυτης καιτοι αποθανων ετι λαλει.
5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός. πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ·5 Δια πιστεως μετετεθη ο Ενωχ, δια να μη ιδη θανατον, και δεν ευρισκετο, διοτι μετεθεσεν αυτον ο Θεος? επειδη προ της μεταθεσεως αυτου εμαρτυρηθη οτι ευηρεστησεν εις τον Θεον?
6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.6 χωρις δε πιστεως αδυνατον ειναι να ευαρεστηση τις εις αυτον? διοτι ο προσερχομενος εις τον Θεον πρεπει να πιστευη οτι ειναι και γινεται μισθαποδοτης εις τους εκζητουντας αυτον.
7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.7 Δια πιστεως ο Νωε, ειδοποιηθεις θεοθεν περι των μη βλεπομενων ετι, εφοβηθη και κατεσκευασε κιβωτον προς σωτηριαν του οικου αυτου, δι' ης κατεκρινε τον κοσμον και εγεινε κληρονομος της δια πιστεως δικαιοσυνης.
8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.8 Δια πιστεως υπηκουσεν ο Αβρααμ, οτε εκαλειτο να εξελθη εις τον τοπον τον οποιον εμελλε να λαβη εις κληρονομιαν, και εξηλθε μη εξευρων που υπαγει.
9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·9 Δια πιστεως παρωκησεν εις την γην της επαγγελιας ως ξενην, κατοικησας εν σκηναις μετα Ισαακ και Ιακωβ των συγκληρονομων της αυτης επαγγελιας?
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.10 διοτι περιεμενε την πολιν την εχουσαν τα θεμελια, της οποιας τεχνιτης και δημιουργος ειναι ο Θεος.
11 Πίστει καὶ αὐτὴ Σάρρα στεῖρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.11 Δια πιστεως και αυτη η Σαρρα ελαβε δυναμιν εις το να συλλαβη σπερμα και παρα καιρον ηλικιας εγεννησεν, επειδη εστοχασθη πιστον τον υποσχεθεντα.
12 διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.12 Δια τουτο και εξ ενος, μαλιστα νενεκρωμενου, εγεννηθησαν καθως τα αστρα του ουρανου κατα το πληθος, και ως η αμμος η παρα το χειλος της θαλασσης, ητις δεν δυναται να αριθμηθη.
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.13 Εν πιστει απεθανον ουτοι παντες, μη λαβοντες τας επαγγελιας, αλλα μακροθεν ιδοντες αυτας και πεισθεντες και εγκολπωθεντες και ομολογησαντες οτι ειναι ξενοι και παρεπιδημοι επι της γης.
14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.14 Διοτι οι λεγοντες τοιαυτα δεικνυουσιν οτι ζητουσι πατριδα.
15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·15 Και εαν μεν ενεθυμουντο εκεινην, εξ ης εξηλθον, ηθελον ευρει καιρον να επιστρεψωσι?
16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.16 τωρα ομως επιθυμουσι καλητεραν, τουτεστιν επουρανιον. Δια τουτο ο Θεος δεν επαισχυνεται αυτους να λεγηται Θεος αυτων, διοτι ητοιμασε δι' αυτους πολιν.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,17 Δια πιστεως ο Αβρααμ, οτε εδοκιμαζετο, προσεφερε τον Ισαακ, και τον μονογενη αυτου προσεφερεν εκεινος οστις ανεδεχθη τας επαγγελιας,
18 πρὸς ὃν ἐλαλήθη ὅτι
ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
18 προς τον οποιον ελαληθη οτι εν Ισαακ θελει κληθη εις σε σπερμα,
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.19 συλλογισθεις οτι ο Θεος δυναται και εκ νεκρων να ανεγειρη? εξ ων και ελαβεν αυτον οπισω παραβολικως.
20 Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.20 Δια πιστεως ο Ισαακ ηυλογησε τον Ιακωβ και τον Ησαυ περι των μελλοντων.
21 Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.21 Δια πιστεως ο Ιακωβ αποθνησκων ηυλογησεν εκαστον των υιων του Ιωσηφ και προσεκυνησεν επιστηριζομενος επι το ακρον της ραβδου αυτου.
22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.22 Δια πιστεως ο Ιωσηφ αποθνησκων προανηγγειλε περι της εξοδου των υιων Ισραηλ και παρηγγειλε περι των οστεων αυτου.
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.23 Δια πιστεως ο Μωυσης, αφου εγεννηθη, εκρυφθη τρεις μηνας υπο των γονεων αυτου, διοτι ειδον κεχαριτωμενον το παιδιον, και δεν εφοβηθησαν το διαταγμα του βασιλεως.
24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,24 Δια πιστεως ο Μωυσης, αφου εμεγαλωσεν, ηρνηθη να λεγηται υιος της θυγατρος του Φαραω,
25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,25 προκρινας μαλλον να κακουχηται με τον λαον του Θεου παρα να εχη προσκαιρον απολαυσιν αμαρτιας,
26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.26 κρινας τον υπερ του Χριστου ονειδισμον μεγαλητερον πλουτον παρα τους εν Αιγυπτω θησαυρους? διοτι απεβλεπεν εις την μισθαποδοσιαν.
27 Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.27 Δια πιστεως αφηκε την Αιγυπτον, μη φοβηθεις τον θυμον του βασιλεως? διοτι ως βλεπων τον αορατον ενεκαρτερησε.
28 Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.28 Δια πιστεως εκαμε το πασχα και την προσχυσιν του αιματος, δια να μη εγγιση αυτους ο εξολοθρευων τα πρωτοτοκα.
29 Πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.29 Δια πιστεως διεβησαν την Ερυθραν θαλασσαν ως δια ξηρας, την οποιαν δοκιμασαντες οι Αιγυπτιοι κατεποντισθησαν.
30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.30 Δια πιστεως επεσον τα τειχη της Ιεριχω, αφου εκυκλωθησαν επι επτα ημερας.
31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.31 Δια πιστεως η πορνη Ρααβ δεν συναπωλεσθη με τους απειθησαντας, δεχθεισα τους κατασκοπους με ειρηνην.
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,32 Και τι ετι να λεγω; Διοτι θελει με λειψει ο καιρος διηγουμενον περι Γεδεων, Βαρακ τε και Σαμψων και Ιεφθαε, Δαβιδ τε και Σαμουηλ και των προφητων,
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,33 οιτινες δια της πιστεως κατεπολεμησαν βασιλειας, ειργασθησαν δικαιοσυνην, επετυχον τας επαγγελιας, εφραξαν στοματα λεοντων,
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.34 εσβεσαν δυναμιν πυρος, εφυγον στοματα μαχαιρας, ενεδυναμωθησαν απο ασθενειας, εγειναν ισχυροι εν πολεμω, ετρεψαν εις φυγην στρατευματα αλλοτριων.
35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·35 Ελαβον γυναικες τους νεκρους αυτων αναστηθεντας? αλλοι δε εβασανισθησαν, μη δεχθεντες την απολυτρωσιν, δια να αξιωθωσι καλητερας αναστασεως?
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·36 αλλοι δε εδοκιμασαν εμπαιγμους και μαστιγας, ετι δε και δεσμα και φυλακην?
37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,37 ελιθοβοληθησαν, επριονισθησαν, επειρασθησαν, με σφαγην μαχαιρας απεθανον, περιεπλανηθησαν με δερματα προβατων, με δερματα αιγων? υστερουμενοι, θλιβομενοι, κακουχουμενοι,
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.38 των οποιων δεν ητο αξιος ο κοσμος, πλανωμενοι εν ερημιαις και ορεσι και σπηλαιοις και ταις τρυπαις της γης.
39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,39 Και ουτοι παντες αν και ελαβον καλην μαρτυριαν δια της πιστεως, δεν απηλαυσαν την επαγγελιαν,
40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.40 διοτι ο Θεος προεβλεψε καλυτερον τι περι ημων, δια να μη λαβωσι την τελειοτητα χωρις ημων.