1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, | 1 But of the times and the seasons, brethren, ye have no need that I write unto you. |
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. | 2 For yourselves know perfectly that the day of the Lord so cometh as a thief in the night. |
3 ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. | 3 For when they shall say, Peace and safety; then sudden destruction cometh upon them, as travail upon a woman with child; and they shall not escape. |
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· | 4 But ye, brethren, are not in darkness, that that day should overtake you as a thief. |
5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· | 5 Ye are all the children of light, and the children of the day: we are not of the night, nor of darkness. |
6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. | 6 Therefore let us not sleep, as do others; but let us watch and be sober. |
7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· | 7 For they that sleep sleep in the night; and they that be drunken are drunken in the night. |
8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· | 8 But let us, who are of the day, be sober, putting on the breastplate of faith and love; and for an helmet, the hope of salvation. |
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | 9 For God hath not appointed us to wrath, but to obtain salvation by our Lord Jesus Christ, |
10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. | 10 Who died for us, that, whether we wake or sleep, we should live together with him. |
11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. | 11 Wherefore comfort yourselves together, and edify one another, even as also ye do. |
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς | 12 And we beseech you, brethren, to know them which labour among you, and are over you in the Lord, and admonish you; |
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς. | 13 And to esteem them very highly in love for their work's sake. And be at peace among yourselves. |
14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. | 14 Now we exhort you, brethren, warn them that are unruly, comfort the feebleminded, support the weak, be patient toward all men. |
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε [καὶ] εἰς ἀλλήλους καὶ εἰς πάντας. | 15 See that none render evil for evil unto any man; but ever follow that which is good, both among yourselves, and to all men. |
16 Πάντοτε χαίρετε, | 16 Rejoice evermore. |
17 ἀδιαλείπτως προσεύχεσθε, | 17 Pray without ceasing. |
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. | 18 In every thing give thanks: for this is the will of God in Christ Jesus concerning you. |
19 τὸ πνεῦμα μὴ σβέννυτε, | 19 Quench not the Spirit. |
20 προφητείας μὴ ἐξουθενεῖτε, | 20 Despise not prophesyings. |
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, | 21 Prove all things; hold fast that which is good. |
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. | 22 Abstain from all appearance of evil. |
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. | 23 And the very God of peace sanctify you wholly; and I pray God your whole spirit and soul and body be preserved blameless unto the coming of our Lord Jesus Christ. |
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. | 24 Faithful is he that calleth you, who also will do it. |
25 Ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν. | 25 Brethren, pray for us. |
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. | 26 Greet all the brethren with an holy kiss. |
27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς. | 27 I charge you by the Lord that this epistle be read unto all the holy brethren. |
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. | 28 The grace of our Lord Jesus Christ be with you. Amen. |