1 Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ. | 1 Οι κυριοι, αποδιδετε εις τους δουλους σας το δικαιον και το ισον, εξευροντες οτι και σεις εχετε Κυριον εν ουρανοις. |
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, | 2 Εμμενετε εις την προσευχην, αγρυπνουντες εις αυτην μετα ευχαριστιας, |
3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι, | 3 προσευχομενοι ενταυτω και περι ημων, να ανοιξη εις ημας ο Θεος θυραν του λογου, δια να λαλησωμεν το μυστηριον του Χριστου, δια το οποιον και ειμαι δεδεμενος, |
4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. | 4 δια να φανερωσω αυτο καθως πρεπει να λαλησω. |
5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω τὸν καιρὸν ἐξαγοραζόμενοι. | 5 Περιπατειτε εν φρονησει προς τους εξω, εξαγοραζομενοι τον καιρον. |
6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. | 6 Ο λογος σας ας ηναι παντοτε με χαριν, ηρτυμενος με αλας, δια να εξευρητε πως πρεπει να αποκρινησθε προς ενα εκαστον. |
7 Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, | 7 Τα κατ' εμε παντα θελει σας φανερωσει ο Τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν Κυριω, |
8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, | 8 τον οποιον επεμψα προς εσας δι' αυτο τουτο, δια να μαθη την καταστασιν σας και να παρηγορηση τας καρδιας σας, |
9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. | 9 μετα του Ονησιμου του πιστου και αγαπητου αδελφου, οστις ειναι απο σας? θελουσι σας φανερωσει παντα τα εδω. |
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν) | 10 Σας ασπαζεται Αρισταρχος ο συναιχμαλωτος μου και Μαρκος ο ανεψιος του Βαρναβα, περι του οποιου ελαβετε παραγγελιας? εαν ελθη προς εσας, υποδεχθητε αυτον, |
11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. | 11 και Ιησους ο λεγομενος Ιουστος, οιτινες ειναι εκ της περιτομης, ουτοι μονοι ειναι συνεργοι μου εις την βασιλειαν του Θεου, οιτινες εγειναν εις εμε παρηγορια. |
12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ [Ἰησοῦ], πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. | 12 Σας ασπαζεται ο Επαφρας, οστις ειναι απο σας, ο δουλος του Χριστου, παντοτε αγωνιζομενος δια σας εν ταις προσευχαις, δια να σταθητε τελειοι και πληρεις εις παν θελημα του Θεου? |
13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. | 13 διοτι μαρτυρω περι αυτου οτι εχει ζηλον πολυν δια σας και τους εν Λαοδικεια και τους εν Ιεραπολει. |
14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. | 14 Σας ασπαζεται Λουκας ο ιατρος ο αγαπητος και ο Δημας. |
15 Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν. | 15 Ασπασθητε τους εν Λαοδικεια αδελφους και τον Νυμφαν και την κατ' οικον αυτου εκκλησιαν? |
16 καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. | 16 και αφου αναγνωσθη μεταξυ σας η επιστολη, καμετε να αναγνωσθη και εν τη εκκλησια των Λαοδικεων, και την εκ Λαοδικειας να αναγνωσητε και σεις. |
17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς. | 17 Και ειπατε προς τον Αρχιππον? Προσεχε εις την διακονιαν, την οποιαν παρελαβες εν Κυριω, δια να εκπληροις αυτην. |
18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ’ ὑμῶν. | 18 Ο ασπασμος εγραφη με την χειρα εμου του Παυλου. Ενθυμεισθε τα δεσμα μου. Η χαρις ειη μεθ' υμων? αμην. |