Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Lettera ai Filippesi - Philippians 4


font
LXXGREEK BIBLE
1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί.1 Οθεν, αδελφοι μου αγαπητοι και επιποθητοι, χαρα και στεφανος μου, ουτω στεκεσθε εν Κυριω, αγαπητοι.
2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ.2 Παρακαλω την Ευωδιαν, παρακαλω και την Συντυχην, να φρονωσι το αυτο εν Κυριω?
3 ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.3 και παρακαλω και σε, συντροφε γνησιε, βοηθει αυτας αιτινες συνηγωνισθησαν μετ' εμου εις το ευαγγελιον ομου και με τον Κλημεντα και τους λοιπους συνεργους μου, των οποιων τα ονοματα ειναι εν βιβλιω ζωης.
4 Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.4 Χαιρετε εν Κυριω παντοτε? παλιν θελω ειπει, Χαιρετε.
5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς.5 Η επιεικεια σας ας γεινη γνωστη εις παντας τους ανθρωπους. Ο Κυριος ειναι πλησιον.
6 μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν.6 Μη μεριμνατε περι μηδενος, αλλ' εν παντι πραγματι ας γνωριζωνται τα ζητηματα σας προς τον Θεον μετ' ευχαριστιας δια της προσευχης και της δεησεως.
7 καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.7 Και η ειρηνη του Θεου η υπερεχουσα παντα νουν θελει διαφυλαξει τας καρδιας σας και τα διανοηματα σας δια του Ιησου Χριστου.
8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·8 Το λοιπον, αδελφοι, οσα ειναι αληθη, οσα σεμνα, οσα δικαια, οσα καθαρα, οσα προσφιλη, οσα ευφημα, αν υπαρχη τις αρετη και εαν τις επαινος, ταυτα συλλογιζεσθε?
9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.9 εκεινα τα οποια και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι, ταυτα πραττετε και ο Θεος της ειρηνης θελει εισθαι μεθ' υμων.
10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.10 Εχαρην δε εν Κυριω μεγαλως οτι τωρα τελος παντων εδειξατε αναθαλλουσαν την υπερ εμου φροντιδα? περι του οποιου και εφροντιζετε, πλην δεν ειχετε ευκαιριαν.
11 οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.11 Ουχι οτι λεγω τουτο διοτι υστερουμαι? επειδη εγω εμαθον να ημαι αυταρκης εις οσα εχω.
12 οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·12 Εξευρω να ταπεινονωμαι, εξευρω και να περισσευωμαι? εν παντι τοπω και κατα παντα ειμαι δεδιδαγμενος και να χορταζωμαι και να πεινω, και να περισσευωμαι και να υστερωμαι?
13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.13 τα παντα δυναμαι δια του ενδυναμουντος με Χριστου.
14 Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.14 Πλην καλως επραξατε γενομενοι συγκοινωνοι εις την θλιψιν μου.
15 οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι,15 Εξευρετε δε και σεις, Φιλιππησιοι, οτι εν αρχη του ευαγγελιου, οτε εξηλθον απο Μακεδονιας, ουδεμια εκκλησια συνεκοινωνησε μετ' εμου περι δοσεως και ληψεως, ειμη σεις μονοι,
16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.16 διοτι και εν Θεσσαλονικη και απαξ και δις μοι επεμψατε εις την χρειαν μου.
17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.17 Ουχι οτι ζητω το δωρον, αλλα ζητω τον καρπον τον πλεοναζοντα εις λογαρισμον σας.
18 ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ.18 Εχω ομως παντα και περισσευομαι? ενεπλησθην δεχθεις παρα του Επαφροδιτου τα σταλεντα απο σας, οσμην ευωδιας, θυσιαν δεκτην, ευαρεστον εις τον Θεον.
19 ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.19 Ο δε Θεος μου θελει εκπληρωσει πασαν χρειαν σας κατα τον πλουτον αυτου εν δοξη δια Ιησου Χριστου.
20 τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.20 Εις δε τον Θεον και Πατερα ημων εστω η δοξα εις τους αιωνας των αιωνων? αμην.
21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.21 Ασπασθητε παντα αγιον εν Χριστω Ιησου. Σας ασπαζονται οι μετ' εμου αδελφοι.
22 ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.22 Σας ασπαζονται παντες οι αγιοι, μαλιστα δε οι εκ της οικιας του Καισαρος.
23 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.23 Η χαρις του Κυριου ημων Ιησου Χριστου ειη μετα παντων υμων? αμην.