Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Lettera ai Filippesi - Philippians 3


font
LXXGREEK BIBLE
1 Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.1 Το λοιπον, αδελφοι μου, χαιρετε εν Κυριω. το να σας γραφω τα αυτα εις εμε μεν δεν ειναι οχληρον, εις εσας δε ασφαλες.
2 Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.2 Προσεχετε τους κυνας, προσεχετε τους κακους εργατας, προσεχετε την κατατομην?
3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,3 διοτι ημεις ειμεθα η περιτομη, οι λατρευοντες τον Θεον εν Πνευματι και καυχωμενοι εις τον Χριστον Ιησουν και μη εχοντες την πεποιθησιν εν τη σαρκι,
4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·4 αν και εγω εχω πεποιθησιν και εν τη σαρκι. Εαν τις αλλος νομιζη οτι εχει πεποιθησιν εν τη σαρκι, εγω περισσοτερον?
5 περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,5 περιτετμημενος την ογδοην ημεραν, εκ γενους Ισραηλ, εκ φυλης Βενιαμιν, Εβραιος εξ Εβραιων, κατα νομον Φαρισαιος,
6 κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.6 κατα ζηλον διωκτης της εκκλησιας, κατα την δικαιοσυνην την δια του νομου διατελεσας αμεμπτος.
7 [Ἀλλ’] ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.7 Πλην εκεινα, τα οποια ησαν εις εμε κερδη, ταυτα ενομισα ζημιαν δια τον Χριστον?
8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω8 μαλιστα δε και νομιζω τα παντα οτι ειναι ζημια δια το εξοχον της γνωσεως του Ιησου Χριστου του Κυριου μου, δια τον οποιον εζημιωθην τα παντα, και λογιζομαι οτι ειναι σκυβαλα δια να κερδησω τον Χριστον
9 καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,9 και να ευρεθω εν αυτω μη εχων ιδικην μου δικαιοσυνην την εκ του νομου, αλλα την δια πιστεως του Χριστου, την δικαιοσυνην την εκ Θεου δια της πιστεως,
10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [τὴν] κοινωνίαν [τῶν] παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ,10 δια να γνωρισω αυτον και την δυναμιν της αναστασεως αυτου και την κοινωνιαν των παθηματων αυτου, συμμορφουμενος με τον θανατον αυτου,
11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.11 ισως καταντησω εις την εξαναστασιν των νεκρων.
12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ [Ἰησοῦ].12 Ουχι οτι ελαβον ηδη το βραβειον η εγεινα ηδη τελειος, τρεχω ομως κατοπιν, ισως λαβω αυτο, δια το οποιον και εληφθην υπο του Ιησου Χριστου.
13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,13 Αδελφοι, εγω δεν στοχαζομαι εμαυτον οτι ελαβον αυτο? αλλ' εν πραττω? τα μεν οπισω λησμονων, εις δε τα εμπροσθεν επεκτεινομενος,
14 κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.14 τρεχω προς τον σκοπον δια το βραβειον της ανω κλησεως του Θεου εν Χριστω Ιησου.
15 Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει·15 Οσοι λοιπον ειμεθα τελειοι, τουτο ας φρονωμεν? και εαν φρονητε τι αλλως πως, και τουτο θελει αποκαλυψει εις εσας ο Θεος.
16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν.16 Πλην εις εκεινο, εις το οποιον εφθασαμεν, ας περιπατωμεν κατα τον αυτον κανονα, ας φρονωμεν το αυτο.
17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς.17 Αδελφοι, συμμιμηται μου γινεσθε και παρατηρειτε τους οσοι περιπατουσιν ουτω, καθως εχετε τυπον ημας.
18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,18 Διοτι περιπατουσι πολλοι, τους οποιους σας ελεγον πολλακις, τωρα δε και κλαιων λεγω, οτι ειναι οι εχθροι του σταυρου του Χριστου,
19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.19 των οποιων το τελος ειναι απωλεια, των οποιων ο Θεος ειναι η κοιλια, και η δοξα αυτων ειναι εν τη αισχυνη αυτων, οιτινες φρονουσι τα επιγεια.
20 ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν,20 Διοτι το πολιτευμα ημων ειναι εν ουρανοις, οποθεν και προσμενομεν Σωτηρα τον Κυριον Ιησουν Χριστον,
21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.21 οστις θελει μετασχηματισει το σωμα της ταπεινωσεως ημων, ωστε να γεινη συμμορφον με το σωμα της δοξης αυτου κατα την ενεργειαν, δια της οποιας δυναται και να υποταξη τα παντα εις εαυτον.