Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Lettera agli Efesini - Ephesians 6


font
LXXGREEK BIBLE
1 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν [ἐν κυρίῳ]· τοῦτο γάρ ἐστιν δίκαιον.1 Τα τεκνα, υπακουετε εις τους γονεις σας εν Κυριω? διοτι τουτο ειναι δικαιον.
2 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,2 Τιμα τον πατερα σου και την μητερα, ητις ειναι εντολη πρωτη με επαγγελιαν,
3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.3 δια να γεινη εις σε καλον και να ησαι μακροχρονιος επι της γης.
4 Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.4 Και οι πατερες, μη παροργιζετε τα τεκνα σας, αλλ' εκτρεφετε αυτα εν παιδεια Κυριου.
5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,5 Οι δουλοι, υπακουετε εις τους κατα σαρκα κυριους σας μετα φοβου και τρομου εν απλοτητι της καρδιας σας ως εις τον Χριστον,
6 μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς,6 μη κατ' οφθαλμοδουλειαν ως ανθρωπαρεσκοι, αλλ' ως δουλοι του Χριστου, εκπληρουντες το θελημα του Θεου εκ ψυχης,
7 μετ’ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,7 μετ' ευνοιας δουλευοντες εις τον Κυριον και ουχι εις ανθρωπους,
8 εἰδότες ὅτι ἕκαστος ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος.8 εξευροντες οτι εκαστος ο, τι καλον πραξη, τουτο θελει λαβει παρα του Κυριου, ειτε δουλος ειτε ελευθερος.
9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.9 Και οι κυριοι, τα αυτα πραττετε προς αυτους, αφινοντες την απειλην, εξευροντες οτι και σεις αυτοι εχετε Κυριον εν ουρανοις, και προσωποληψια δεν υπαρχει παρ' αυτω.
10 Τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.10 Το λοιπον, αδελφοι μου, ενδυναμουσθε εν Κυριω και εν τω κρατει της ισχυος αυτου.
11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·11 Ενδυθητε την πανοπλιαν του Θεου, δια να δυνηθητε να σταθητε εναντιον εις τας μεθοδειας του διαβολου?
12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.12 διοτι δεν ειναι η παλη ημων εναντιον εις αιμα και σαρκα, αλλ' εναντιον εις τας αρχας, εναντιον εις τας εξουσιας, εναντιον εις τους κοσμοκρατορας του σκοτους του αιωνος τουτου? εναντιον εις τα πνευματα της πονηριας εν τοις επουρανιοις.
13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.13 Δια τουτο αναλαβετε την πανοπλιαν του Θεου, δια να δυνηθητε να αντισταθητε εν τη ημερα τη πονηρα και αφου καταπολεμησητε τα παντα, να σταθητε.
14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης14 Σταθητε λοιπον περιεζωσμενοι την οσφυν σας με αληθειαν και ενδεδυμενοι τον θωρακα της δικαιοσυνης
15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,15 και εχοντες υποδεδημενους τους ποδας με την ετοιμασιαν του ευαγγελιου της ειρηνης?
16 ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ [τὰ] πεπυρωμένα σβέσαι·16 επι πασι δε αναλαβετε την ασπιδα της πιστεως, δια της οποιας θελετε δυνηθη να σβεσητε παντα τα βελη του πονηρου τα πεπυρωμενα?
17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.17 και λαβετε την περικεφαλαιαν της σωτηριας και την μαχαιραν του Πνευματος, ητις ειναι ο λογος του Θεου,
18 Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων18 προσευχομενοι εν παντι καιρω μετα πασης προσευχης και δεησεως δια του Πνευματος, και εις αυτο τουτο αγρυπνουντες με πασαν προσκαρτερησιν και δεησιν υπερ παντων των αγιων,
19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου,19 και υπερ εμου, δια να δοθη εις εμε λογος να ανοιξω το στομα μου μετα παρρησιας, δια να καμω γνωστον το μυστηριον του ευαγγελιου,
20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.20 υπερ του οποιου ειμαι πρεσβυς, φορων αλυσιν, δια να λαλησω περι αυτου μετα παρρησιας καθως πρεπει να λαλησω.
21 Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ,21 Αλλα δια να εξευρητε και σεις τα κατ' εμε, τι καμνω, τα παντα θελει σας φανερωσει ο Τυχικος ο αγαπητος αδελφος και πιστος διακονος εν Κυριω,
22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.22 τον οποιον επεμψα προς εσας δι' αυτο τουτο, δια να μαθητε τα περι ημων και να παρηγορηση τας καρδιας σας.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.23 Ειρηνη εις τους αδελφους και αγαπη μετα πιστεως απο Θεου Πατρος και Κυριου Ιησου Χριστου.
24 ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.24 Η χαρις ειη μετα παντων των αγαπωντων τον Κυριον ημων Ιησουν Χριστον εν καθαροτητι? αμην.