Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera agli Efesini - Ephesians 4


font
LXXGREEK BIBLE
1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,1 Σας παρακαλω λοιπον εγω ο δεσμιος εν Κυριω να περιπατησητε αξιως της προσκλησεως, καθ' ην προσεκληθητε,
2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,2 μετα πασης ταπεινοφροσυνης και πραοτητος, μετα μακροθυμιας, υποφεροντες αλληλους εν αγαπη,
3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·3 σπουδαζοντες να διατηρητε την ενοτητα του Πνευματος δια του συνδεσμου της ειρηνης.
4 Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·4 Εν σωμα και εν Πνευμα, καθως και προσεκληθητε με μιαν ελπιδα της προσκλησεως σας?
5 εἷς κύριος, μία πίστις, ἓν βάπτισμα,5 εις Κυριος, μια πιστις, εν βαπτισμα?
6 εἷς θεὸς καὶ πατὴρ πάντων,6 εις Θεος και Πατηρ παντων, ο ων επι παντων και δια παντων και εν πασιν υμιν.
7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.7 Εις ενα δε εκαστον ημων εδοθη η χαρις κατα το μετρον της δωρεας του Χριστου.
8 διὸ λέγει·
ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν,
ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
8 Δια τουτο λεγει? Αναβας εις υψος, ηχμαλωτευσεν αιχμαλωσιαν και εδωκε χαρισματα εις τους ανθρωπους.
9 τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα [μέρη] τῆς γῆς;9 Το δε ανεβη τι ειναι ειμη οτι και κατεβη πρωτον εις τα κατωτερα μερη της γης;
10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.10 Ο καταβας αυτος ειναι και ο αναβας υπερανω παντων των ουρανων, δια να πληρωση τα παντα.
11 Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,11 Και αυτος εδωκεν αλλους μεν αποστολους, αλλους δε προφητας, αλλους δε ευαγγελιστας, αλλους δε ποιμενας και διδασκαλους,
12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,12 προς την τελειοποιησιν των αγιων, δια το εργον της διακονιας, δια την οικοδομην του σωματος του Χριστου,
13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,13 εωσου καταντησωμεν παντες εις την ενοτητα της πιστεως και της επιγνωσεως του Υιου του Θεου, εις ανδρα τελειον, εις μετρον ηλικιας του πληρωματος του Χριστου,
14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης,14 δια να μη ημεθα πλεον νηπιοι, κυματιζομενοι και περιφερομενοι με παντα ανεμον της διδασκαλιας, δια της δολιοτητος των ανθρωπων, δια της πανουργιας εις το μεθοδευεσθαι την πλανην,
15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός,15 αλλα αληθευοντες εις την αγαπην να αυξησωμεν εις αυτον κατα παντα, οστις ειναι η κεφαλη, ο Χριστος,
16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.16 εξ ου παν το σωμα συναρμολογουμενον και συνδεδεμενον δια πασης συναφειας των συνεργουντων μελων, κατα την αναλογον ενεργειαν ενος εκαστου μερους καμνει την αυξησιν του σωματος προς οικοδομην εαυτου εν αγαπη.
17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,17 Τουτο λοιπον λεγω και μαρτυρομαι δια του Κυριου, να μη περιπατητε πλεον καθως και τα λοιπα εθνη περιπατουσιν εν τη ματαιοτητι του νοος αυτων,
18 ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,18 εσκοτισμενοι την διανοιαν, απηλλοτριωμενοι οντες απο της ζωης του Θεου δια την αγνοιαν την ουσαν εν αυτοις, δια την πωρωσιν της καρδιας αυτων,
19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.19 οιτινες αναισθητουντες, παρεδωκαν εαυτοις εις την ασελγειαν, δια να εργαζωνται πασαν ακαθαρσιαν ακορεστως.
20 Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν,20 Σεις ομως δεν εμαθετε ουτω τον Χριστον,
21 εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,21 επειδη αυτον ηκουσατε και εις αυτον εδιδαχθητε, καθως ειναι η αληθεια εν τω Ιησου?
22 ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,22 να απεκδυθητε τον παλαιον ανθρωπον τον κατα την προτεραν διαγωγην, τον φθειρομενον κατα τας απατηλας επιθυμιας,
23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν23 και να ανανεονησθε εις το πνευμα του νοος σας
24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.24 και να ενδυθητε τον νεον ανθρωπον, τον κτισθεντα κατα Θεον εν δικαιοσυνη και οσιοτητι της αληθειας.
25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.25 Οθεν απορριψαντες το ψευδος, λαλειτε αληθειαν εκαστος μετα του πλησιον αυτου? διοτι ειμεθα μελη αλληλων.
26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ [τῷ] παροργισμῷ ὑμῶν,26 Οργιζεσθε και μη αμαρτανετε? ο ηλιος ας μη δυη επι τον παροργισμον σας,
27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.27 μητε διδετε τοπον εις τον διαβολον.
28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς [ἰδίαις] χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.28 Ο κλεπτων ας μη κλεπτη πλεον, μαλλον δε ας κοπιαζη εργαζομενος το καλον με τας χειρας αυτου, δια να εχη να μεταδιδη εις τον χρειαν εχοντα.
29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.29 Μηδεις λογος σαπρος ας μη εξερχηται εκ του στοματος σας, αλλ' οστις ειναι καλος προς οικοδομην της χρειας, δια να δωση χαριν εις τους ακουοντας.
30 καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.30 Και μη λυπειτε το Πνευμα το Αγιον του Θεου, με το οποιον εσφραγισθητε δια την ημεραν της απολυτρωσεως.
31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.31 Πασα πικρια και θυμος και οργη και κραυγη και βλασφημια ας αφαιρεθη απο σας μετα πασης κακιας?
32 γίνεσθε [δὲ] εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.32 γινεσθε δε εις αλληλους χρηστοι, ευσπλαγχνοι, συγχωρουντες αλληλους, καθως ο Θεος συνεχωρησεν εσας δια του Χριστου.