1 Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. | 1 Αδελφοι, και εαν ανθρωπος απερισκεπτως πεση εις κανεν αμαρτημα, σεις οι πνευματικοι διορθονετε τον τοιουτον με πνευμα πραοτητος, προσεχων εις σεαυτον, μη και συ πειρασθης. |
2 Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. | 2 Αλληλων τα βαρη βασταζετε και ουτως εκπληρωσατε τον νομον του Χριστου. |
3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν. | 3 Διοτι εαν τις νομιζη οτι ειναι τι ενω ειναι μηδεν, εαυτον εξαπατα. |
4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· | 4 Αλλ' εκαστος ας εξεταζη το εαυτου εργον, και τοτε εις εαυτον μονον θελει εχει το καυχημα και ουχι εις τον αλλον? |
5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. | 5 διοτι εκαστος το εαυτου φορτιον θελει βαστασει. |
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. | 6 Ο δε κατηχουμενος τον λογον ας καμνη τον κατηχουντα μετοχον εις παντα τα αγαθα αυτου. |
7 Μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται. ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· | 7 Μη πλανασθε, ο Θεος δεν εμπαιζεται? επειδη ο, τι αν σπειρη ο ανθρωπος, τουτο και θελει θερισει? |
8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. | 8 διοτι ο σπειρων εις την σαρκα εαυτου θελει θερισει εκ της σαρκος φθοραν, αλλ' ο σπειρων εις το Πνευμα θελει θερισει εκ του Πνευματος ζωην αιωνιον. |
9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. | 9 Ας μη αποκαμνωμεν δε πραττοντες το καλον? διοτι εαν δεν αποκαμνωμεν, θελομεν θερισει εν τω δεοντι καιρω. |
10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. | 10 Αρα λοιπον ενοσω εχομεν καιρον, ας εργαζωμεθα το καλον προς παντας, μαλιστα δε προς τους οικειους της πιστεως. |
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. | 11 Ιδετε ποσον μακραν επιστολην σας εγραψα με την χειρα μου. |
12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται. | 12 Οσοι θελουσι να αρεσκωσι κατα την σαρκα, ουτοι σας αναγκαζουσι να περιτεμνησθε, μονον δια να μη διωκωνται δια τον σταυρον του Χριστου. |
13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. | 13 Διοτι ουδε οι περιτεμνομενοι αυτοι φυλαττουσι τον νομον? αλλα θελουσι να περιτεμνησθε σεις, δια να εχωσι καυχησιν εις την σαρκα σας. |
14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ. | 14 Εις εμε δε μη γενοιτο να καυχωμαι ειμη εις τον σταυρον του Κυριου ημων Ιησου Χριστου, δια του οποιου ο κοσμος εσταυρωθη ως προς εμε και εγω ως προς τον κοσμον. |
15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις. | 15 Διοτι εν Χριστω Ιησου ουτε περιτομη ισχυει τι ουτε ακροβυστια, αλλα νεα κτισις. |
16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. | 16 Και οσοι περιπατησωσι κατα τον κανονα τουτον, ειρηνη επ' αυτους και ελεος, και επι τον Ισραηλ του Θεου. |
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. | 17 Εις το εξης μηδεις ας μη διδη εις εμε ενοχλησιν? διοτι εγω βασταζω τα στιγματα του Κυριου Ιησου εν τω σωματι μου. |
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. | 18 Η χαρις του Κυριου ημων Ιησου Χριστου ειη μετα του πνευματος υμων, αδελφοι? αμην. |